Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Ἰδοὺ γὰρ, φησὶν ὁ Χριστὸς, εἰσελευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἀλλ' οὐδὲ οὕτως ἔμμεσον ἔσται πρᾶγμα 75.109 Πατὴρ πρὸς Υἱὸν, ὥσπερ ἡ δικαιοσύνη τυχόν. Οὐ γὰρ ἔλαττον ἔσται Πατὴρ ὁ Πατὴρ, οὐδὲ ἔλαττον ἔσται Υἱὸς ὁ Υἱὸς, ἵνα τις μέσος γένηται τόπος χωρῶν τῆς οὐσίας τὴν ὑπόβασιν, ὥσπερ ἐπὶ τῆς δικαιοσύνης καὶ ἀδικίας ἐλέγετο. Οὐδενὸς τοιγαροῦν χωρίζοντος τόπου τῆς πρὸς Θεὸν Πατέρα ὁμοιότητος τὸν Υἱὸν, περιττὸν τὸ λέγειν τῇ βουλήσει προσεοικέναι μᾶλλον αὐτὸν, καὶ οὐκ αὐτῷ τῷ ἐκλάμψαντι αὐτὸν Πατρί. ΑΛΛΟ. Ὧν ὁ λόγος ὁ αὐτὸς, ταῦτα πάντως ὁμοειδῆ τε εἶναι καὶ ἀλλήλοις ἐοικότα φυσικῶς ἀναγκαῖον. Οἷον φέρε εἰπεῖν· Ὁ τοῦ ἀνθρώπου λόγος οὕτως ἔχων, ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καθ' ὧν δ' ἂν φέροιτο, ταῦτα τῆς αὐτῆς οὐσίας ὄντα δεικνύει. Καὶ οἷς ἂν ταῦτα ἐπαληθεύηται, τὰ ἐν τῷ ὅρῳ, φημὶ, ταῦτα πάντως ἀνθρώπους εἶναι δεῖ. Εἰ γὰρ ζῶόν ἐστι λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος τὸ σημαινόμενον; Εἰ τοίνυν τὸ Θεὸς ὄνομα καὶ Κύριος, καὶ τὸ ἄφθαρτος, καὶ τὸ βασιλεὺς, καὶ εἴ τι ἕτερον πρὸς τούτοις περὶ τοῦ Πατρὸς λέγεται, καὶ ταῦτα καὶ ἐφ' Υἱοῦ φερόμενα ἐπαληθεύεται, καὶ οὐ μέχρι μόνων τῶν ὀνομάτων τὴν εὐφημίαν ἔχει, ἀλλ' ἔστιν ὄντως οὕτω καὶ κατὰ φύσιν, ποῖος λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ὁμοιότητος χωριεῖ τὸν Υἱόν; Ἕνα γὰρ ἔχουσι τῆς οὐσίας τὸν ὅρον, καὶ πάντα ὅσα πρόσεστι τῷ γεγεννηκότι, καὶ ἐπὶ τοῦ γεννηθέντος ἐπαληθεύεται. Εἰ δέ τις ἀποτολμᾷ ψευδώνυμον Θεὸν εἶναι λέγειν τὸν Υἱὸν, καὶ πλέον οὐδὲν ἔχειν τῶν κατὰ χάριν εἰς θεότητα καὶ εἰς υἱότητα κεκλημένων, εἰς τὸ Παύλου τοῦ Σαμοσατέως ἐμβεβηκὼς δόγμα, δικαίως ἀκούσεται παρ' ἡμῶν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Ἀμήχανον γὰρ τοὺς μὴ φύσει Θεὸν ὑπάρχειν πιστεύοντας τὸν Υἱὸν, νοῆσαι τὴν ἐμφέρειαν ἣν ἔχει πρὸς τὸν Πατέρα κατὰ φύσιν. Τοιγαροῦν ἐοικὼς τῷ Πατρὶ, οὐκ ἐνυπάρκτου βουλήσεως εἰκόνα φορεῖ, ὑπάρχων πρὸ τῶν αἰώνων Υἱός.
ΛΟΓΟΣ Θʹ.
Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ ῥητῶν, τοῦ, Τί με λέγεις
ἀγαθόν; Οὐ δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, καὶ τοῦ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν. Καὶ ὁμοίως, Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ, καὶ κατέπαυσε, καθάπερ οἱ Χριστομάχοι φασὶ, ἐν ὑστέρῳ χρόνῳ προσγέγονεν αὐτῷ. Ἦν οὖν ἄρα πρὶν γεννηθῆναι, κατ' ἐκείνους ἐν μονάδι τὸ Θεῖον· γέγονε δὲ ὕστερον ἐν δυάδι γεννηθέντος τοῦ Υἱοῦ, καὶ ὥσπερ τις προσθήκη καὶ αὔξησις θεότητος ἐξ ἀρχαίας μονάδος εἰς τὴν μετὰ ταῦτα δυάδα. Ἀποκαμὼν δὲ ὁ Πατὴρ ὥσπερ ἐν τῷ εἶναι μόνος, ἐπενόησε τὸν Υἱὸν κοινωνὸν τῆς θεότητος καὶ τῶν ἔργων. Καὶ πολλὰ πρὸς τούτοις δύσφημά τε καὶ πολλῆς γέμοντα τῆς ἀτοπίας ἐκ τοῦ φρονεῖν οὕτω παρενεχθήσεται· ἃ καὶ τοσαύτην 75.112 ἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά. Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖσθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ' ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος. ΑΛΛΟ. Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, καθ' ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσικῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέγωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ