ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν. 10.8.1 Ἰουλιανοῦ δὲ βασιλεύοντος, <ἐν> τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν τὸν ἱεροφάντην ὥσπερ ∆ελφικόν τινα τρίποδα πρὸς τὴν τοῦ μέλλοντος πρόνοιαν πᾶσι τοῖς δεομένοις ἀνακείμενον, σοφίᾳ 10.8.2 τινὶ περιῆλθε ξένῃ τὴν πρόγνωσιν. ἐμέτρει μὲν γὰρ ὁ βασιλεὺς τὴν γῆν τοῖς Ἕλλησιν εἰς τὸν φόρον, ὅπως μὴ βαρύνοιντο· ὁ δὲ Προαιρέσιος ἠξίωσεν αὐτὸν ἐκμαθεῖν παρὰ τῶν θεῶν, εἰ βέβαια μένει τὰ τῆς φιλανθρωπίας. ὡς δὲ ἀπέφησεν, ὁ μὲν ἔγνω τὸ πραχθησόμενον, καὶ ἦν εὐθυμότερος. 10.8.3 ὁ δὲ συγγραφεὺς κατὰ τουτονὶ τὸν χρόνον ἐς ἕκτον που καὶ δέκατον ἔτος τελῶν, παρῆλθέν τε εἰς τὰς Ἀθήνας καὶ τοῖς ὁμιληταῖς ἐγκατεμίγη· καὶ ἀγαπηθεὶς ὑπ' αὐτοῦ καθάπερ παῖς γνήσιος, ἠπείγετο μὲν μετὰ πέμπτον ἔτος εἰς τὴν Αἴγυπτον, οἱ δὲ πατέρες καλοῦντες ἐπὶ Λυδίας ἐξεβιάσαντο· κἀκείνῳ μὲν σοφιστικὴ προὔκειτο, καὶ πρὸς τοῦτο 10.8.4 ἐξεκάλουν ἅπαντες. Προαιρέσιος δὲ ἐξ ἀνθρώπων ἀνεχώρει μετ' οὐ πολλὰς ἡμέρας· τοσοῦτος καὶ τοιοῦτος γενόμενος καὶ διαπλήσας τῶν ἑαυτοῦ λόγων τε καὶ ὁμιλητῶν τὴν οἰκουμένην. ἘΠΙΦΑΝΙΟΣ· οὗτος ἦν μὲν ἐκ Συρίας, δεινότατος δὲ εἶναι περὶ τὰς διακρίσεις δόξας τῶν ζητημάτων, τὸν δὲ λόγον ἀτονώτερος, ὅμως ἀντεσοφίστευσέν τε Προαιρεσίῳ καὶ εἰς πολὺ δόξης ἐχώρησεν· οὐ γὰρ φέρει τὸ ἀνθρώπινον ἕνα θαυμάζειν, ἀλλ' ἐγκεκλικὸς καὶ ἡττώμενον ὑπὸ φθόνου, τοῖς πολυκρατοῦσι καὶ ὑπερέχουσιν ἕτερον ἀντικαθίστησιν, ὥσπερ ἐν φυσικῇ τὰς ἀρχὰς ἐκ τῶν ἐναντίων λαμβάνοντες. 11.1.2 ἐτελεύτα δὲ οὐκ εἰς βαθὺ γῆρας ἀφικόμενος, τὸ αἷμα νοσήσας· καὶ ἡ γυνὴ ταὐτὸ τοῦτο ἔπαθε, καλλίστη πασῶν γενομένη. καὶ παιδίον οὐκ ἦν αὐτοῖς. τοῦτον ὁ ταῦτα γράφων οὐκ ἔγνω, πολὺ προαπελθόντα τῆς ἐπιδημίας. ∆ΙΟΦΑΝΤΟΣ. Καὶ ∆ιόφαντος ἦν μὲν ἐξ Ἀραβίας, καὶ εἰς τοὺς τεχνικοὺς ἐβιάζετο· ἡ δὲ αὐτὴ δόξα τῶν ἀνθρώπων Προαιρεσίῳ κἀκεῖνον ἀντήγειρεν, ὡσεὶ Καλλίμαχος Ὁμήρῳ τις ἀναστήσειεν. ἀλλ' ἐγέλα ταῦτα ὁ Προαιρέσιος, καὶ τοὺς 12.1.2 ἀνθρώπους ὅ τι εἰσὶν ἐν διατριβῆς εἶχεν [ἐν] μέρει. τοῦτον ἐγίγνωσκεν ὁ συγγραφεύς, καὶ ἠκροάσατό γε πολλάκις δημοσίᾳ λέγοντος. παραθεῖναι δὲ τῇ γραφῇ τῶν λεχθέντων καὶ μνημονευθέντων οὐδὲν ἐδόκει καλῶς ἔχειν· μνήμη γάρ 12.1.3 ἐστιν ἀξιολόγων ἀνδρῶν, οὐ χλευασμός, ἡ γραφή. ἀλλ' ὅμως ἐπιτάφιόν τε εἰπεῖν τινα τοῦ Προαιρεσίου λέγεται (προαπῆλθε γὰρ ὁ Προαιρέσιος), καί τι τοιοῦτο ἐπιφθέγξασθαι διαμνημονεύουσιν ἐπὶ τῇ Σαλαμῖνι καὶ τοῖς Μηδικοῖς· "ὦ 12.1.4 Μαραθὼν καὶ Σαλαμίν, νῦν σεσίγησθε. οἵαν σάλπιγγα τῶν ὑμετέρων τροπαίων ἀπολωλέκατε." οὗτος ἀπέλιπε δύο παῖδας ἐπὶ τρυφὴν καὶ πλοῦτον ὁρμήσαντας. ΣΩΠΟΛΙΣ. Καὶ Σωπόλιδος ἠκροάσατο πολλάκις ὁ ταῦτα γράφων. καὶ ἦν ἀνὴρ εἰς τὸν ἀρχαῖον χαρακτῆρα τὸν λόγον ἀναφέρειν βιαζόμενος, καὶ τῆς ὑγιαινούσης Μούσης ψαύειν ὀριγνώμενος. ἀλλ' ἔκρουε μὲν τὴν θύραν ἱκανῶς, ἠνοίγετο δὲ οὐ πολλάκις· ἀλλ' εἴ πού τι καὶ ψοφήσειεν ἐκεῖθεν, λεπτόν τι καὶ ἀσθενὲς παρωλίσθαινεν ἔσωθεν τοῦ 13.1.2 θείου πνεύματος· τὸ δὲ θέατρον ἐμεμήνεσαν, οὐδὲ τὴν πε πιεσμένην ῥανίδα τὴν Κασταλίαν φέροντες. τούτῳ παῖς ἐγένετο· καὶ ἐπιβεβηκέναι τοῦ θρόνου τὸν παῖδα