Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν οἴεται θεοῦ 411 νόμον πληροῦν, ὅ τε ἀδιαφορῶν περὶ τούτων πᾶσαν ὡς ὑπὸ θεοῦ γενομένην ἡμέραν δι' ὁμοίας ἔχει τιμῆς. {Rom 14,9} Καὶ περὶ τῶν διὰ κακουχίας τοῦ σώματος νεκρῶν τοῖς πάθεσιν καὶ ζώντων ἐν Χριστῷ. {Rom 14,10-11} Σὺ δέ, φησί, τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάλιν ἀνέλαβε τὸν ἐξ ἀρχῆς λόγον καὶ τῇ προσθήκῃ τοῦ ἀδελφοῦ τὴν ἀτοπίαν τοῦ γινομένου μᾶλλον παρέστησεν. συναγαγὼν δὲ τὸ προκείμενον οὕτω παρεισφέρει καὶ τῆς κρίσεως μνήμην, τῷ φόβῳ ταύτης νηφαλιωτέρους αὐτοὺς ἐργα ζόμενος· πάντες γὰρ παραστησόμεθα, φησί, τῷ βήματι τοῦ Χριστοῦ. μονονουχὶ τοῦτο λέγων· ἔστι κριτὴς ὁ Χριστός, καὶ καιρὸς ἕτερος ὥρισται κρίσεως. τί βιάζῃ; τί παρεξωθεῖς τὸν κριτήν; τί τὸ μὴ σὸν προαρπάζεις; οὐκ ἄλλους σὺ κρίνειν ἐτάχθης, ἀλλ' αὐτὸς ὅπως ἀπολογήσῃ κρινόμενος μεριμνᾶν προσετάχθης. καὶ ἐπάγει γραφι κὴν τοῦ Ἡσαΐου μαρτυρίαν πάλιν τὸν περὶ τῆς κρίσεως λόγον πιστού μενος· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. συνίσταται σαφῶς καὶ διὰ τῆς ῥήσεως ταύτης τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα τελέως ἰσότιμον, Ἡσαΐου γὰρ αὐτὴν ἐκ προσώπου λελέχθαι τοῦ θεοῦ φήσαντος οὑτωσί· ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω, ἢ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου Παῦλος ὡς ἐφαρμόττουσαν ἐξεδέξατο τῷ δεσπότῃ Χριστῷ, οὔποτ' ἂν τοῦτο ποιήσας, εἰ μὴ θεὸν ἀληθινὸν εἶναι καὶ τὸν Χριστὸν ὡς τὸν πατέρα ἠπίστατο. ὑπομνήσας δὲ τῆς κρίσεως αὐτοὺς καὶ συστείλας αὐτῶν ταύτῃ τὰ φρονήματα καὶ μετριώτερα καταστήσας ἐπιφέρει· ἄρα οὖν ἕκαστος περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ. {Rom 14,1213} Ἀφέμενοι τοίνυν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ φιλονεικίας τοῦτο στήσομεν μᾶλλον παρ' ἑαυτοῖς, τὸ μετ' ἀγάπης ἀλλήλοις συζῆν, ὡς ἀδελφοῖς πρὸς ἀδελφοὺς πρέπον ἐστίν. φυλαττόμενοι τὸ καὶ κατὰ μικρὸν 412 λύπης ἢ βλάβης ὅλως τινὸς τοῖς ὁμοπίστοις παραίτιοι γίνεσθε. καὶ ἐπειδὴ πρὸς τοὺς ἐθνικοὺς ἦν ὁ λόγος οὗτος ἀποτεινόμενος, ἵνα μὴ νομίσωσι ταῦτα λέγειν αὐτὸν πρὸς αὐτοὺς διὰ τὸ μηδὲ αὐτόν ποτε ὅσην ἔδει περὶ τῶν τοιούτων ἔχειν τὴν γνῶσιν, ἐπήγαγεν· οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ καὶ τὰ ἑξῆς. {Rom 14,14} Οἶδα καὶ πέπεισμαι, φησίν, ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' αὑτοῦ. ἐμοὶ μὲν οὖν, φησί, πεπιστευκότι βεβαίως Χριστῷ, πρόδηλον ὡς ἀτελῶν ἐστιν ἡ περὶ τῶν τοιούτων διάκρισις· πάντα γὰρ ὑπάρχει καθαρὰ τῆς ἐκεῖθεν εὐλογίας μετέχοντα. {Rom 14,15-17} Θαυμασιώτατα τὸ πρᾶγμα διέλαβεν· πρῶτον μὲν τῷ εὐτελεῖ καὶ ταπεινῷ τῆς προφάσεως διὰ βρῶμα εἰπών, εἶτα τῷ προσώπῳ περὶ ὃ τὸ ἁμάρτημα, ὁ ἀδελφός σου φήσας, εἶτα αὐτῷ τοῦ πλημμελήματος τῷ ἀποτελέσματι ἀπώλειαν ἄντικρυς αὐτὸ προσειπών, τέταρτον τῷ εἰς ὃν ἡ ἀναγωγὴ τοῦ τολμήματος, ὑπὲρ οὗ γάρ, φησί, Χριστὸς ἀπέθανεν, πέμπτον ὅτι βλασφημεῖσθαι ποιεῖ τὴν εὐσέβειαν, ἕκτον ὅτι οὐχ ὑπὲρ τούτων ἢ τοιούτων ἀπολαύσεως τῇ Χριστοῦ πίστει προσεληλύθαμεν, ἀλλ' ἐπὶ μετουσίᾳ δικαιοσύνης, τοῦτ' ἔστιν ἀναμαρ τησίας καὶ εἰρήνης καὶ χαρᾶς· ἐκ γὰρ τῆς ἁμαρτίας ἡ πρόσκρουσις, ἐκ δὲ τῆς προσκρούσεως ἡ λύπη, ἐκ δὲ τῆς λύπης κατάκρισις. ἀρθείσης μὲν οὖν τῆς ἁμαρτίας καὶ τὰ ἐκ ταύτης ἐξῄρηται, ἀντεισαχθείσης δὲ τῆς δικαιοσύνης εἰκότως εἰρήνη καὶ χαρὰ συνεισήχθη. τὸ δὲ ἐν πνεύματι ἁγίῳ τὸν αἴτιον τῶν τοσούτων δηλοῖ ἀγαθῶν· τῇ γὰρ τοῦ ἁγίου πνεύ ματος χάριτι πρὸς υἱοθεσίαν ἀναγεννώμενοι, τοῦτ' ἔστι πρὸς ἄφθαρτον καὶ ἀπαθῆ καὶ ἀθάνατον ἀνιστάμενοι φύσιν, τῶν μὲν κακῶν τῶν προτέρων ἀπαλλαττόμεθα, τῇ δὲ τοῦ θεοῦ βασιλείας ἐντὸς καθιστάμεθα. {Rom 14,18} Ὁ τοίνυν ἐν τούτοις ὑποταττόμενος, φησί, τῷ