Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ Ἀδὰμ πηλοπλαστίαν δηλῶν ἐφ' ἑαυτοῦ. Αἴτησις δ' ἐπὶ τῆς ποιήσεως εὐχαριστία, μαλ' ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς ἐντολάς. περὶ ταύτης καὶ ὁ Παῦλός φησι Νόει ἃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. ἀκόλουθον δὲ ὡς πρὸς δημιουργὸν τὸ αἴτημα οἱονεί· τοῦ σοῦ φρόντισον ποιήματος καὶ τελείωσον τῇ νοήσει τὸ ζῷον τὸ νοητικόν· καὶ ὃ πρὸς οἰκείωσιν τὴν σὴν παρεσκευάσας, τοῦτο διὰ τῆς σῆς γνώσεως τῶν βουλημάτων οἰκείωσαι. ἐπεὶ καὶ ἐξ ἀρχῆς προστάγματος ἄνθρωπος ἐδεήθη ὃ τῶν πολλῶν ἐπιταγμάτων αὐτῷ ἀνεπιδεῆ καθίσθη τὸν νοῦν, καὶ δὴ ἀποσφαλεὶς ἐκείνου πλειόνων δεῖται τῶν τὴν μείζονα πληρούντων ἔνδειαν. 228 Ps 118,74-76 Χωρὶς γὰρ τῆς ἐν πολλοῖς πονηροῖς γυμνασίας καὶ παρ' ἐλπίδα γινομένης θεοῦ βοηθείας οὐκ ἔστι βεβαίως ἄνθρωπον ἐν ἀρετῇ παγῆναι. εὐσάλευτοι γὰρ ἀγῶνος ἐπελθόντος οἱ ἀναγώνιστοι. τὴν οὖν ἐκ τῶν πολλῶν κακοπαθειῶν βεβαίωσιν ἐν αὐτῷ ἐπιγνούς, τὴν βεβαιωτικὴν θεοῦ πρόνοιαν ἀνυμνεῖ· εἶτα δὴ τὴν ἐκ τῶν πόνων ἀνάπαυσιν αἰτεῖ λέγων Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 229 Ps 118,83 Ἴσως νεκροὶ μᾶλλον ἢ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ δίκαιοι ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀποψυχόμενοι καθάπερ πάχνη περιπηγνυμένη, τὸ δὲ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι, ὡς ἀλλαχοῦ λέγει Ἐκάθισάν με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶνος· ἀλλὰ καὶ ἐν τοσούτοις γινόμενος, φησί, τῆς θεοδιδάκτου δικαιοσύνης οὐκ ἀφιστάμην, ὥσπερ Ἰωσὴφ τὴν δικαίαν σωφροσύνην φυλάττων. 230 Ps 118,86.87 Ἐντολὰς τὰς ἐπαγγελίας καλεῖ. θαρρῶν, φησί, ταῖς σαῖς ἐπαγγελίαις καὶ τῇ τούτων ἀληθείᾳ ζητῶ τὴν παρὰ σοῦ τοῦ θεοῦ μου βοήθειαν. 231 Ps 118,88 Μὴ ἐκδοθῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀξιοῖ, ζωὴν αἰτῶν οὔπω τὴν αἰωνίαν ἀλλὰ τὴν παροῦσαν. οὐχ ὡς τέλος ταύτην αἰτεῖ ἀλλ' ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην, ὅτι ζήσας φησὶ Φυλάξω τοῦ θεοῦ τὰ προστάγματα, δι' ὧν καὶ τὴν αἰώνιον ἔστι περιποιήσασθαι ζωήν. 232 Ps 118,93 Τοῖς σοῖς νόμοις ἕψομαι, φησίν. ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωήν, καθὰ δή μοι καὶ εἴρηκας ὅτι Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. ζῶν οὖν μόνος ὁ δίκαιος κἂν τεθνηκέναι δοκῇ, νεκροὶ δὲ οἱ ἄδικοι κἂν ζῆν φαίνωνται. οἱ μὲν γὰρ ἔχουσι τὴν τῆς ζωῆς σύστασιν ἐν αὐτοῖς τὴν δικαιοσύνην, οἱ δὲ ταύτην οὐκ ἔχοντες τοῖς οὐ παρ' ἑαυτῶν ἀλλ' ἔξωθεν κινουμένοις ἀψύχοις ἐοίκασιν, ὅτι δὴ τὸ ζωτικὸν αὐτῶν ἔξωθεν, καὶ οὐδὲ μίαν ζωὴν ἔχουσιν ἐν αὐτοῖς. διὸ καὶ ὁ κύριος αὐτὸς ὢν ἡ ὄντως δικαιοσύνη ἑαυτόν τε ἀποφαίνει τὴν ζωήν, καὶ τοὺς μὴ μετέχοντας αὐτοῦ ζωὴν οὐκ ἔχειν φησὶν ἐν ἑαυτοῖς· καὶ ὅ γε θάνατος τοῦ σωτῆρος οὐ ζωὴ μόνον ἐστὶν ἀλλὰ καὶ ζωοποιὸς ἀνθρώπων ἐπιλύσει θανάτου γενόμενος. 233 Ps 118,97 Οἱ μὲν ἄδικοι καὶ τυφλώττουσι πρὸς τὸ τῆς δικαιοσύνης κάλλος καὶ τῶν περὶ αὐτῆς λόγων τὸ σεμνὸν καὶ εὐπρεπὲς οὐ καθορῶσιν, ὁ δὲ τούτους ἑλόμενος καὶ τούτων εἶναι βουληθείς, οὗτος καὶ μόνος ἐν συνέσει καθίσταται, ὅτι καὶ μόνοις τοῖς ἐρασταῖς ἑαυτῆς ἡ σοφία τὸ ἴδιον κάλλος ἀποκαλύπτει κατὰ τὸ Ἐράσθητι αὐτῆς, καὶ τιμήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. 234 Ps 118,99.100 Πάντα διὰ μελέτης ἐν ἀνθρώπῳ καλὰ, ὅθεν καὶ τῇ τῆς μελέτης ἐπιτάσει συνεπεκτείνετο, ὡς διὰ ταύτης ὑπερβαίνειν τὸν πρεσβύτερον καὶ τὸν νέον καὶ τὸν μαθητὴν τοὺς διδασκάλους. 235 Ps 118,107 Ταπεινὸν καὶ ὑπήκοον ἑαυτὸν παριστὰς τὴν ἐπὶ τούτῳ σωτηρίαν αἰτεῖ παρὰ θεοῦ τοῦ ταπεινοῖς διδόντος χάριν καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐπαγγειλαμένου τὸν ἔλεον. 236 Ps 118,109.110 Μείζων τῆς προθυμίας ἀπόδειξις τὸ καὶ διὰ κινδύνων ἰόντα μὴ ἀφίστασθαι τοῦ νόμου καὶ ἐν ἐπιβουλαῖς ὄντα μὴ ἀφέλκεσθαι τῶν δικαίων ὀργῇ καὶ

33