1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

33

διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν ἢ εἴ τι τοιοῦτο οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπι ζητήσομεν δὲ μόνον δι' ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυ γῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται. 38.4 Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. Πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν, καθώς φησιν ὁ Ἀπόστολος ὅτι· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται». Ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ Ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν Μονογενῆ Θεὸν εἶναι πιστεύειν. Πάντα γὰρ δι' αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. Ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα ὅτι δι' ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρά γεται, οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως, ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. Ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς δι' οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ Ἅγιον ἀχωρίστως συνεπινοεῖται. Οὐ γάρ ἐστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι μὴ προκαταυγασθέντα τῷ Πνεύματι. Ἐπειδὴ τοίνυν τὸ Ἅγιον Πνεῦμα, ἀφ' οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ὁ δὲ Υἱὸς ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι' ἑαυτοῦ καὶ μεθ' ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμά των τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. Ὁ δὲ ἐπὶ πάντων Θεὸς ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως τὸ Πατὴρ εἶναι καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι μόνος ἔχει, καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. Τούτου ἕνεκεν ἐν τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα δι' ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδο μένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακε κριμένως καταλαμβανομένου, ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον καὶ ἀκατάληπτον καὶ τὸ ἀκτίστως εἶναι καὶ μηδενὶ τόπῳ περιειλῆφθαι καὶ πᾶσι τοῖς τοιού τοις μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει (ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου), ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεω ρεῖσθαι. Καὶ δι' ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν προσελεύσεται ἀπαραλλάκτως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύ ματος τῆς διανοίας κενεμβατούσης. ∆ιότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλ λουσα. Ἀλλ' ὁ τὸν Πατέρα νοήσας αὐτόν τε ἐφ' ἑαυτοῦ ἐνόησε καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο. Ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλ' ἀκολούθως μὲν κατὰ τὴν τάξιν, συνημμένως δὲ κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ