Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τὸ εἶναι ἔχων, ἀνόμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ. Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέννησιν; Πρὸς τοῦτο λύσις. Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμαθῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον. Ἐρεῖς οὖν ὅτι τὸ ἀγέννητον τῷ ἀγεννήτῳ πάντως ὁμοούσιον, τὸ δὲ ἀγέννητον τῷ γεννητῷ οὐχ ὅμοιον. Οὐκοῦν ἐπειδήπερ οὐκ ἐγεννήθη μὲν ὁ Ἀδὰμ, ἐγεννήθη δὲ Ἄβελ ἐκ γυναικὸς, οὐκ ἔσται τῷ Ἀδὰμ ὁμοούσιος. Εἰ δὲ ἐγεννήθη μὲν, ἔχει δὲ τῆς φύσεως τὴν ταυτότητα πρὸς τὸν Ἀδὰμ, καίτοι μὴ γεγεννημένον, τί κωλύει καὶ τὸν Υἱὸν ἐξ ἀγεννήτου Πατρὸς ὄντα γεννητὸν εἶναι καὶ ὁμοούσιον; ΑΛΛΟ, διηγηματικῶς. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς καὶ οἱ χριστομάχοι συνθήσονται· καὶ οὐκ ἄν τις, οἶμαι, πρὸς τοσαύτην ἐλάσαι κακίαν, ὡς τολμῆσαι καθάπερ καὶ τὰ ποιήματα καὶ αὐτὸν ἔξω κεῖσθαι τῆς θείας οὐσίας κατὰ τὸν τῆς φύσεως λόγον. Εἰ τοίνυν ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, διατί μὴ ὁμοούσιος; Λεγέτωσαν ἡμῖν οἱ τοῦ Θεοῦ Λόγου κατήγοροι. Ἀδυνατήσας ἆρα τοιοῦτον αὐτὸν γεννᾷ, ἢ μὴ θελήσας; Εἰ μὲν οὖν ἀδυνατήσας λέγουσιν, αἰσχυνέσθωσαν τὴν τοῦ Πατρὸς οὐσίαν ὑβρίζοντες, δι' ὧν αὐτῇ προσάπτειν 75.113 τὸ μὴ δύνασθαι τετολμήκασιν. Εἰ δ' ἐπὶ θάτερον μεταστήσονται, καὶ μὴ ἐθελῆσαι φήσουσιν ὁμοούσιον αὐτῷ γεννῆσαι τὸν Υἱὸν, ἑτέρως ὑβρίζουσι πρᾶγμα χαλεπὸν καὶ τὸ πάντων αἴσχιστον περιτιθέντες αὐτῷ, τὸν ἐπὶ τοῖς ἀμείνοσιν ὄκνον. Εἰ γὰρ κρεῖττον ἦν τὸ ὁμοούσιον τοῦ μὴ τοιούτου, πῶς οὐκ ἔσται δυσφημίας ἁπάσης ἐπέκεινα τὸ λέγειν ὀκνῆσαι περὶ τὰ κρείττονα καὶ πρεπωδέστερα τὴν θείαν οὐσίαν, καὶ μὴ μᾶλλον ἐθελῆσαι τὸ κάλλιον ἢ τὸ μὴ οὕτως ἔχον; Ἀλλὰ πάντα δύναται ποιεῖν ὁ Πατὴρ, καὶ θέλει μᾶλλον τὸ κρεῖττον· οὐδὲν οὖν ἐστι τὸ κωλύον ὁμοούσιον εἶναι τὸν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὸ ἐξ αἰτίου τινὸς ὂν, ἢ γεγεννημένον, φησὶν, ἀνάγκη δεύτερον εἶναι τούτου, ὃ δὴ καὶ γέγονεν αὐτῷ τοῦ εἶναι αἴτιον. Οὐκοῦν δεύτερος ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς αἴτιον αὐτὸν ἔχων· καὶ διὰ τοῦτο οὐχ ὁμοούσιος. Ἢ ἀφιλονεικότερον ἐνστήσεταί τις ὁμοούσιον αὐτὸν εἶναι λέγων, ἡ μία θεότης, ἄρα, τομήν τινα χωρήσασα, γέγονεν εἰς δυάδα· οὐ γὰρ ἑτέρως ὁμοούσιος εἶναι δύναται. Ἀνάγκη οὖν λέγειν οὐχ ὁμοούσιον εἶναι τὸν Υἱόν. Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν μεθύων ὁ χριστομάχος, καὶ μάτην καταφλυαρῶν τῆς θείας οὐσίας. Τὸ μὲν γὰρ τέμνεσθαι καὶ διάστασίν τινα μεταξὺ τὴν πρὸς ἄλληλα δύνασθαι λαβεῖν, σωμάτων ἴδιον. Ἡ δὲ θεία τοῦ Πατρὸς οὐσία, ἀσώματος οὖσα, τομῆς τε καὶ διαιρέσεως ἀνεπίδεκτός ἐστιν· οὔτε δὲ ἐν τόπῳ μένουσα, οὔτε ὑπό τινος οὖσα χωρητὴ, ἀλλ' ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ καταστάσει κειμένη, τὸν Υἱὸν ἐξ ἑαυτῆς ἀδιαστάτως ἐξέλαμψεν· οὐκ ἂν ἑτέρως ἔχειν τὸ εἶναι τελεία δυναμένη, εἰ μὴ ἐγέννησε τὸν Υἱὸν, καὶ ἀνεδείχθη καρπογόνος· καὶ πάλιν οὐκ ἂν ἑτέρως ἐσομένη δημιουργὸς, εἰ μὴ τέτοκεν ἐξ ἑαυτῆς ἀμερίστως τὸν Υἱὸν, δι' οὗ τὰ πάντα ἐργάζεται. Ἔστιν οὖν ὁ Υἱὸς γεννηθεὶς ἐκ Πατρὸς, οὐ κατά τινα τομὴν, ἢ ἀπόῤῥοιαν, καθάπερ ὑμεῖς φαντάζεσθε· ἀλλ' ὥσπερ ἐκ πυρὸς θερμότης, ἀμερίστως ἐκ τῆς τοῦ τεκόντος προελθὼν οὐσίας. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ ὁμοούσιός ἐστι, φησὶν, ὁ Υἱὸς τῷ Πατρὶ, τί μὴ καὶ αὐτός ἐστιν ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ; Λέγει γάρ που πρός τινα ὁ Χριστός· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Ἕνα δὲ εἰπὼν, ἑαυτὸν ἔξω τέθεικεν, ὡς ἀγαθὸν μὲν ὄντα καὶ αὐτὸν, οὐχ οὕτω δὲ ὥσπερ ἂν εἴη καὶ ὁ Πατήρ. Πρὸς ταῦτα λύσις. Κύριον ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, δώσεις