φάσκουσιν. ἹΜΕΡΙΟΣ· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν Βιθυνία, οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν κατ' ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτοκράτορα διαβὰς Ἰουλιανὸν κατ' ἐπίδειξιν, ὡς, διὰ τὴν ἐς Προαιρέσιον ἀχθηδόνα τοῦ βασιλέως, ἀσμένως ὀφθησόμενος, Ἰουλιανοῦ καταλείποντος τὸ ἀνθρώπινον, ἐνδιέτριψε τῇ ἀποδημίᾳ, καί, 14.1.2 Προαιρεσίου τελευτήσαντος, Ἀθήναζε ἠπείγετο. εὔκολος δὲ ἀνὴρ εἰπεῖν καὶ συνηρμοσμένος· κρότον δὲ ἔχει καὶ ἦχον ἡ συνθήκη πολιτικόν· καί που σπάνιος καὶ παρὰ τὸν θεῖον Ἀριστείδην ἵσταται. ἐπὶ θυγατρὶ δὲ ἐτελεύτα, τῆς ἱερᾶς νόσου πρὸς γήρᾳ μακρῷ καταλαβούσης αὐτόν. ΠΑΡΝΑΣΙΟΣ. Ἐν τούτοις ἦν τοῖς χρόνοις καὶ Παρνάσιος ἐπὶ τοῦ παιδευτικοῦ θρόνου, ὁμιλητὰς εὐαριθμήτους ἔχων· καὶ τοῦ γε ὀνόματος οὐκ ἀπεστερημένος. ΛΙΒΑΝΙΟΣ. Λιβάνιον δὲ Ἀντιόχεια μὲν ἤνεγκεν ἡ τῆς Κοίλης καλουμένης Συρίας πρώτη <τῶν> πόλεων, Σελεύκου τοῦ Νικάτορος ἐπικληθέντος ἔργον. ἦν δὲ τῶν εὖ γεγονότων 16.1.2 καὶ εἰς τοὺς ἄκρους ἐτέλει. νέος δὲ ὢν ἔτι καὶ κύριος ἑαυτοῦ, πατέρων ἀπολελοιπότων, ἀφικόμενος Ἀθήναζε, οὔτε ὡς ἐκ Συρίας Ἐπιφανίῳ προσῆλθε μεγίστην ἔχοντι δόξαν, οὔτε παρὰ Προαιρέσιον ἐφοίτησε, ὡς ἐν τῷ πλήθει τῶν ὁμιλητῶν καὶ <τῷ> μεγέθει τῆς δόξης τῶν διδασκάλων καλυφθησόμενος. ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν ∆ιοφαντείων, ∆ιοφάντῳ προσ16.1.3 ένειμεν ἑαυτόν· καί, ὡς οἱ πάνυ τὸν ἄνδρα καταμεμαθηκότες ἔφασκον, ταῖς μὲν ὁμιλίαις καὶ συνουσίαις, τὸ γεγονὸς συμμαθών, ἐλάχιστα παρεγίνετο, καὶ τῷ διδασκάλῳ τις ὀχληρὸς οὐκ ἦν· αὐτὸς δὲ ἑαυτὸν ἐπὶ ταῖς μελέταις συνεῖχεν, καὶ πρὸς τὸν ἀρχαῖον ἐξεβιάζετο τύπον, τὴν ψυχὴν 16.1.4 διαπλάττων καὶ τὸν λόγον. ὥσπερ οὖν οἱ πολλάκις πέμποντες, ἔστιν ὅτε καὶ τυγχάνοντες τοῦ σκοποῦ, καὶ τὸ συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας τῶν ὀργάνων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ ἐπιστήμην ἔφυσεν, 16.1.5 ἀλλὰ τὴν τέχνην· οὕτω καὶ Λιβάνιος, ἐκ τοῦ ζήλου καὶ τῆς παραθέσεως τῆς κατὰ μίμησιν, προσαρτῶν ἑαυτὸν καὶ παραξέων ἡγεμόσιν ἀρίστοις, τοῖς ἀρχαίοις καὶ οἷς ἐχρῆν ἑπόμενος, ἴχνος τε ἄριστον ἐνέβαινε καὶ ἀπήλαυσε τῆς ὁδοῦ 16.1.6 εἰκότα. θαρσήσας δὲ ἐπὶ τῷ λέγειν καὶ πείσας ἑαυτὸν ὡς ἐνάμιλλος εἴη τοῖς ἐπὶ τούτῳ μέγα φρονοῦσι, οὐχ εἵλετο περὶ μικρὰν πόλιν κρύπτεσθαι, καὶ συγκαταπίπτειν τῷ τῆς πόλεως ἀξιώματι, ἀλλ' ἐπὶ τὴν Κωνσταντίνου πόλιν διαβαλὼν ἄρτι παριοῦσαν εἰς μέγεθος καὶ ἀκμάζουσαν, καὶ δεομένην ἔργων τε ὁμοῦ καὶ λόγων οἳ κατακοσμήσουσιν, ταχὺ μάλα καὶ κατ' αὐτὴν ἐξέλαμψεν, εἰς συνουσίαν τε ἄριστος καὶ χαριέστατος φανείς, καὶ εἰς ἐπίδειξιν λόγων ἐπαφρόδιτος. 16.1.7 διαβολῆς δὲ αὐτῷ τινος γενομένης περὶ τὰ μειράκια-θεμιτὸν οὐκ ἦν ἐμοὶ γράφειν, ἐς μνήμην ἀξιολόγων ἀνέντι τὴν γραφήν-ἐκπεσὼν τῆς Κωνσταντίνου πόλεως, κατέσχε τὴν 16.1.8 Νικομήδειαν. κακεῖ δέ, τῆς φήμης ἐπισπομένης καὶ παραθεούσης αὐτῷ διὰ ταχέων ἀποκρουσθείς, ἐπὶ τὴν ἑαυτοῦ πατρίδα καὶ πόλιν ἐπανέρχεται, κἀκεῖ τὸν πάντα ἐβίω χρόνον, μακρὸν καὶ παρατείνοντα γενόμενον. 16.1.9 Μνήμην μὲν οὖν αὐτῷ τὴν πρέπουσαν κἀν τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν ἡ γραφὴ πεποίηται, τὰ δὲ καθ' ἕκα στον νῦν ἐπεξελεύσεται. οὐδεὶς τῶν συλλεγέντων