Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φησί, τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον καὶ τὰ ἑξῆς. τί οὖν; ἐγὼ τὴν ἐμαυτοῦ πίστιν ἀρνήσομαι δι' ἐκεῖνον; εἶπεν ἂν ἴσως τις. πρὸς δὴ τὸν τοιοῦτον ἐπήγαγεν· οὐκ ἐκστῆναί σε, φησί, κελεύω τῆς πίστεως, τοὐναντίον μὲν οὖν καὶ παρακαλῶ σε ταύτης ἀντέχεσθαι. ἀλλὰ τί λέγω καὶ τί νουθετῶ; μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφὸν ἀλλὰ τούτου φειδόμενον ἧς ἔχεις πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ θεῷ· ἔξεστι γὰρ οὕτω καὶ σὲ μὴ ζημιοῦσθαι τὴν πίστιν κἀκεῖνον μὴ παραβλέπεσθαι. {Rom 14,22b23} Ἀκριβεστάτη τοῦτο καὶ ἀπηρτισμένη περὶ ἀρετῆς συμβουλή, τὸ μὴ ταῦτά τινα ποιεῖν ἐφ' οἷς ὑπὸ τοῦ ἰδίου κατακρίνεται συνειδότος. ἐὰν δέ τις, φησί, τὸ μὲν ἐπιτετράφθαι τὴν βρῶσιν διαπιστῇ, ὡς δὲ κεκωλυ μένης μετέχῃ, παρανομίας ὑφ' ἑαυτοῦ σαφέστατα κατακέκριται. {Rom 15,12} Ὑπάρξαι μὲν οὖν φησιν ἐκ θεοῦ τελείας τῆς ἐν Χριστῷ χάριτος ἀπολαῦσαι. δεῖ μέντοι τοὺς παρ' ὑμῖν ἀσθενοῦντας ὑπὸ τῶν παρ' ὑμῖν δυνατωτέρων ἀνέχεσθαι καὶ τοῦ κοινοῦ πρὸς τὸ λυσιτελὲς ὑμᾶς ἔχειν τὴν πρόνοιαν, ἀλλ' οὐχὶ τὰ καθ' ἑαυτὸν ὑμῶν ἕκαστον μόνον ὁρᾶν. {Rom 15,3} Τοῦ Χριστοῦ φησιν ἐν τούτοις ἔσεσθαι μιμηταί, ὃς τοσοῦτον τοῦ καθ' αὑτὸν ὑπερεῖδεν, ὡς ἐφαρμόττειν αὐτῷ σφόδρα τὸ ἐκ τοῦ ∆αυὶδ γραφικόν· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. τοῦτο δὲ διττὴν ἔχει τὴν ἔννοιαν· λέλεκται μὲν γὰρ ὡς πρὸς τὸν πατέρα καὶ θεὸν παρὰ τοῦ υἱοῦ, δύναται δὲ καὶ ὡς οἰκειουμένου τοῦ μονογενοῦς τὴν παρὰ τῶν ἀνθρώπων εἰς τὸν ἑαυτοῦ πατέρα βλασφημίαν εἰρῆσθαι, καὶ ὡς τὴν τῶν βλασφημούντων τὸν θεὸν ἀνθρώπων κόλασιν ὑπὲρ ὧν ἐβλασφήμουν αὐτόν, ἐφ' ἑαυτὸν ἀναδεξα μένου. 414
{Rom 15,4} Καὶ γὰρ οἶμαι, φησίν, οὐ τὴν ἄλλως τὰς τῶν ἀρχαιοτέρων
πράξεις τε καὶ προαιρέσεις παραδοθῆναι γραφῇ, ἀλλ' ἵνα ἐξ αὐτῶν καὶ ἡμεῖς ὠφελοίμεθα τῆς γνώσεως αὐτῶν παραπεμφθείσης ἄχρις ἡμῶν, καὶ μὴ ἀποναρκήσαιμεν πρὸς τὰς ὑπὲρ τῶν ἐλπιζομένων θλίψεις ἐπαγομένας ἡμῖν. {Rom 15,56} Θεὸν ὑπομονῆς καὶ παρακλήσεως λέγει τὸν τὴν ὑπο μονὴν καὶ παράκλησιν χαριζόμενον ὡς καὶ θεὸν ἐλέους καὶ θεὸν οἰκτιρμῶν. τὸ δὲ δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν, ἀντὶ τοῦ μηκέτι κατὰ τὰ παλαιὰ τῶν πατέρων ὑμῶν ἔθη διαιρουμένους ἀλλ' ἑνουμένους κατὰ τὸν οὐράνιον ἄνθρωπον. τὸ δὲ τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα εἴπῃ τὸν θεὸν ὅς, ὅτι περ εἰς υἱοθεσίαν ἡμᾶς προσεκαλέσατο διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐπιστώσατο περὶ τὸν υἱὸν αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν πρῶτον τοῦτο διοικησάμενος. τὸ μέντοι δῴη ὑμῖν ὁ θεὸς τὸ αὐτὸ φρονεῖν, ἵνα ὁμοθυμαδὸν δοξάζητε τὸν θεὸν οὐ περὶ ἄλλου καὶ ἄλλου σημαίνων ἔφη θεοῦ, ἀλλ' ἐν τῷ δευτέρῳ πάλιν ἀντὶ τῆς ἀντωνυμίας τὸ αὐτὸ τέθεικεν ὄνομα. ἦν γὰρ ἂν σαφέστερον οὕτω λεχθέν· δῴη ὑμῖν ὁ θεὸς τὸ αὐτὸ φρονεῖν, ἵνα ὁμο θυμαδὸν δοξάζητε αὐτόν, νῦν δὲ ἀντὶ τοῦ αὐτὸν τέθεικε τὸν θεόν. καὶ τοῦτο δὲ ἰδίωμα τῆς γραφῆς ὡς τὸ ἔβρεξε κύριος παρὰ κυρίου, τοῦτ' ἔστι παρ' ἑαυτοῦ, καὶ τὸ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τοῦτ' ἔστιν ἑαυτοῦ. καὶ τὸ δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου, καὶ τὸ ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ καὶ ὅσα ἄλλα τοιαῦτα. {Rom 15,7} Προσῆκεν οὖν ὑμᾶς ἧς αὐτοὶ παρὰ Χριστοῦ συγκαταβάσεως ἀπελαύσατε προσληφθέντες εἰς τὴν ὑπὸ θεοῦ δόξαν δοθεῖσαν αὐτῷ, ταύτην καὶ ὑμᾶς ἀλλήλοις παρέχεσθαι. 415 {Rom 15,89} Τῷ σκοπῷ, φησί, τῆς περιτομῆς διακονησάμενος ὁ δεσπότης Χριστός, τοῦτ' ἔστι ὅλον τὸν νόμον εἰς πᾶσαν ἐκπληρώσας ἀκρίβειαν ὁ γὰρ περιτεμνόμενος, φησίν, ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι, οὐκ εἴασε τοῦ θεοῦ τὰ πρὸς τοὺς πατέρας ὑποσχέσεις διαπεσεῖν, ἀλλ' ἐπηγγελμένον αὐτοῖς ὅτι ἐν τῷ σπέρματί σου