1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

ἔχοντα; ὁ λόγος σὰρξ ἐγένετο, ὁ λόγος ἄνθρωπος, οὐκ ἐν ἀνθρώπῳ κατοικήσας. πῶς δὲ καὶ μάγος οὗτος, ὁ πάλαι μὲν πᾶσαν αἰσθητὴν καὶ νοητὴν φύσιν κατασκευάσας γνώμῃ πατρός, ἐν δὲ τῇ ἐνανθρωπήσει πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσας;

Πῶς δὲ οὐχ οὗτος θεός, ὁ νεκροὺς ἀνιστῶν, χωλοὺς ἀρτίους ἀποστέλλων, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν, τὰ ὄντα ἢ αὔξων ἢ μεταβάλλων ὡς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας καὶ τὸ ὕδωρ εἰς οἶνον, τὸν δὲ σὸν στρατὸν ῥήματι μόνον φυγαδεύων; τί δὲ κακίζεις τὴν φύσιν τῆς παρθένου καὶ τὰ μόρια ἀποκαλεῖς αἰσχρά, πάλαι ταῦτα πομπεύων καὶ γυμνοῦσθαι κελεύων ἄρρενας μὲν εἰς ὄψιν θηλειῶν, θηλείας δὲ εἰς ἀκόλαστον ἐπιθυμίαν ἀρρένων; νῦν αἰσχρά σοι ταῦτα νενόμισται, καὶ σεμνὸς εἶναι προσποιῇ, σὺ τὸ τῆς πορνείας πνεῦμα, ἀγνοῶν, ὅτι τότε γίνεται αἰσχρόν τι, ὅταν παρανομίᾳ ·υπανθῇ, ἁμαρτίας δὲ ἀπούσης οὐδὲν τῶν γενομένων αἰσχρόν, οὐδὲν φαῦλον, ἀλλὰ πάντα καλὰ λίαν· καὶ σὺ μὴ βλέπων κακίζεις αὐτά; Πῶς δὲ πάλιν οὐκέτι σοι δοκεῖ ὁ Χριστὸς εἶναι ἐκ τῆς παρθένου, ἀλλ' ὁ ἐπὶ πάντων θεός, ὁ ὤν, ὁ παντοκράτωρ; τίς οὖν ὁ τοῦτον ἀποστείλας, εἰπέ· τίς ὁ τούτου κυριεύων, γνώμῃ δὲ τίνος οὗτος ἐπειθάρχησεν, νόμων δὲ ποίων πληρωτὴς γέγονεν, ὁ μήτε γνώμῃ τινὸς μήτε ἐξουσίᾳ εἴκων; καὶ τὸν Χριστὸν ἐξαιρῶν τῆς γεννήσεως, τὸν ἀγέννητον νομοθετεῖς γεγεννῆσθαι καὶ σταυρῷ προσηλῶσθαι τὸν ἄναρχον· τίνος συγχωρήσαντος, οὐκ ἔχω εἰπεῖν. ἀλλὰ γὰρ οὐ λέληθάς με τοῦ παλιμβόλου οὐδ' ἀγνοῶ, ὅτι διάλοξα καὶ δίδυμα βαίνεις· ἀγνοεῖς δὲ σύ, τίς ὁ γεννηθείς, ὁ πᾶν εἰδέναι προσποιούμενος. Πολλὰ γάρ σε λανθάνει· ἡ παρθενία Mαρίας, ὁ παράδοξος τοκετός, ὅστις ὁ ἐν τῷ σώματι, ὁ ἡγούμενος ἀστὴρ τῶν ἐν ἀνατολῇ, τῶν τὰ δῶρα κομιζόντων μάγων, ἀρχαγγέλου ἀσπασμὸς πρὸς παρθένον, παρθένου παράδοξος σύλληψις μεμνηστευμένης, παιδὸς προδρόμου κηρυκεία ἐπὶ τῷ ἐκ τῆς παρθένου καὶ ἐν κοιλίᾳ σκίρτησις ἐκ τοῦ προθεωρουμένου, ἀγγέλων ὕμνοι ἐπὶ τῷ τεχθέντι, ποιμένων εὐαγγελία, Ἡρóδου φόβος ἐπὶ ἀφαιρέσει βασιλείας, νηπιοκτόνον πρόσταγμα, εἰς Aἴγυπτον μετανάστασις, ἐκεῖθεν ἐπὶ τὰ τῇδε ἐπάνοδος, σπάργανα παιδικά, ἀπογραφὴ ἀνθρωπίνη, γαλακτοτροφία, ὄνομα πατρὸς οὐ σπείραντος, φάτνη διὰ τὸ μὴ εἶναι τόπον, οὐδεμία παρασκευὴ ἀνθρωπίνη, αὐξήσεως προκοπή, ἀνθρώπινα ῥήματα, πεῖνα, δίψα, ὁδοιπορία, κόπος, θυσιῶν προσκομιδαί, ἐπειδὴ καὶ περιτομή, βάπτισμα, φωνὴ θεοῦ ἐπὶ τῷ βαπτιζομένῳ, ὅστις καὶ πόθεν, μαρτυρία πνεύματος καὶ θεοῦ ὑπεράνωθεν, φωνὴ Ἰωάννου προφήτου σημαίνουσα πάθος διὰ τῆς τοῦ ἀμνοῦ προσηγορίας, σημείων διαφόρων ἐνέργειαι, ἰάσεις ποικίλαι, ἐπιτίμησις δεσποτικὴ προστάττουσα θαλάττῃ καὶ ἀνέμοις, πνεύματα πονηρὰ φυγαδευόμενα, σεαυτὸν στρεβλούμενον, ἐκ τῆς τοῦ φαινομένου δυνάμεως αἰκιζόμενον, οὐκ ἔχοντα ὅ τι ποιήσῃς. ταῦθ' ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος ἡ τεκοῦσα, ἠγνόεις· ἀλλ' ἐξέπληττέν σε ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν μάγων προσκύνησις, ἡ τοῦ ἀστέρος ἐπιτολή. εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ· μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία· ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται. Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας, οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον καὶ τὴν αἰτίαν ἀγνοῶν· μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρσεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη. ἔλεγες γάρ· Eἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν· εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ' ἴσης δυνατόν. καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. εἰ γὰρ ᾔδεις, ὅτι