33
Ἀπόλλωνος (τοξότης γὰρ οὗτος ὁ θεός) περιῄει χρησμολογῶν πᾶσαν τὴν Ἑλλάδα. 43.8 Ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Πήγασον. ἔστι δὲ αὕτη σαφὴς ἡ κατὰ τὸν Βελλεροφόντην. Τῆς γὰρ Παταρικῆς Χιμαίρας ἀναφανείσης (περὶ ἧς μέμνηται καὶ ὁ θεῖος οὗτος Γρηγόριος ἐν τοῖς Στηλιτευτικοῖς, ἐν ἱστορίᾳ πεντηκοστῇ) καὶ λυμαινομένης τὴν χώραν τῶν Λυκίων, καὶ τοῦ Προίτου βασιλεύοντος τῆς Λυκίας, προσετάχθη ὁ Βελλεροφόντης ἀποκτεῖναι τὴν Χίμαιραν. ἦν δὲ τὸ θηρίον ὡς κἀκεῖσε παρεστήσαμεν, τοιοῦτον. πρόσθε μὲν λέων, ὄπισθε δὲ δράκων, μέση δὲ ἦν χίμαιρα. ἐξ ἧς χιμαίρας πῦρ ἀνεδίδοτο, καὶ ἦν δυσάλωτον τὸ θηρίον. τὸν ἵππον οὖν τὸν Πήγασον ἐκ θεοῦ εὑρὼν ὁ Βελλεροφόντης, ὃς ἐλέγετο ἔχειν πτερὰ καὶ ὕδωρ ἀπὸ τῶν ὀνύχων ἀποστάζειν, ἐλθὼν σύμμαχον ἔχων τὴν πτῆσιν τοῦ ἵππου διὰ τὸ εἶναι πτερωτόν, ὡς εἶπον, καὶ ἀνεῖλε τὴν Χίμαιραν. 43.9 Ἐνάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀλφειοῦ. ἔστι δὲ αὕτη. Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας. Ἀρκαδία δὲ πόλις τῆς Πελοποννήσου. ἔστι δὲ καὶ πηγὴ ἐν Σικελίᾳ τῇ νήσῳ Ἀρέθουσα ὀνόματι. λέγεται οὖν ὅτι ὁ ποταμὸς οὗτος ἠράσθη τῆς Ἀρεθούσης πηγῆς. καὶ ἐρασθεὶς διαδὺς τὸ πέλαγος ἀναδίδοται ἐν Σικελίᾳ παρὰ τὴν πηγήν, μὴ συναναμιχθεὶς τῇ ἁλμυρίδι τῆς θαλάσσης, ἀλλὰ καθαρὸν τὸ νᾶμα διαφυλάττων πρὸς τὴν ἐρωμένην. Μετὰ ταύτην δέ ἐστι καὶ ἡ τῆς σαλαμάνδρας ἱστορία. ἔστι δὲ αὕτη. Ἡ σαλαμάνδρα ζῷόν ἐστιν ὡσεὶ σαύρας τὸ μέγεθος ἢ μικροῦ κροκοδείλου χερσαίου. ἔστι δὲ ψυχρότατον ὑπερφυῶς τὸ ζῷον ὥστε ἐν πυρὶ εἰσερχόμενον, τὴν μὲν φλόγα σβεννύναι, αὐτὸ δὲ μὴ κατακαῆναι. 43.10 ∆εκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Λυδίου ἅρματος. Ἔστι δὲ παροιμία αὕτη ἐπὶ τῶν ἐρίζειν ἐθελόντων καὶ μὴ δυναμένων ἐφικέσθαι. ἔστι δὲ ἡ παροιμία Παρὰ Λύδιον ἅρμα θεῖ. παρῆκται δὲ ἡ παροιμία ἀπὸ τῶν Λυδίων ἁρμάτων ὡς ταχυτάτων ὄντων καὶ μὴ δυναμένων φθασθῆναι. Ἄλλοι δὲ ὅτι ἀπὸ τοῦ Πέλοπος ἅρματος ἤκουσεν ἡ παροιμία. τινὲς γὰρ λέγουσιν ὡς ὅτι ὁ Πέλοψ Λυδὸς ἦν καὶ οὐχὶ Φρύξ. τῷ οὖν ἰδίῳ ἅρματι ἐνίκησε τὸν Οἰνόμαον, καὶ ἔκτοτε ἡ παροιμία παρῆλθε, Παρὰ Λύδιον ἅρμα θεῖ. 43.11 Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ὀρέστου καὶ τοῦ Πυλάδου. ἔστι δὲ αὕτη. Ὀρέστης οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἀγαμέμνονος. φιλίαν δὲ τοσαύτην ἔσχε πρὸς τὸν Πυλάδην, καὶ Πυλάδης πρὸς τὸν Ὀρέστην ὡς ἀποθανόντος Πυλάδου συγκατελθεῖν τὸν Ὀρέστην μέχρι τοῦ Ἅιδου. 43.12 ∆ωδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Μολιονίδας. ἔστι δὲ αὕτη. Μολιόνη ἦν τις γυνὴ περὶ τὴν Θρᾴκην οἰκοῦσα. αὕτη ἔσχε δύο υἱούς, τὸν μὲν Ὦτον, τὸν δὲ δεύτερον Ἐφιάλτην. οὗτοι κατ' ἐνιαυτὸν ηὐξάνοντο κατὰ μὲν τὸ μῆκος πῆχυν ἕνα, κατὰ δὲ τὸ πλάτος σπιθαμὴν μίαν. γεγόνασι δὲ ὑβρισταὶ οὗτοι καὶ ὑπε ρήφανοι, καὶ τοσοῦτον ἐφύβρισαν ὥστε βουλεύσασθαι ἀντᾶραι τοῖς οὐρανίοις θεοῖς. τὴν οὖν Ὄσσαν τῷ Ἄθῳ ἐβουλεύσαντο ἐπιθεῖναι, καὶ δι' αὐτῶν ἀνελθεῖν εἰς τὸν οὐρανόν. ἡ δὲ Ὄσσα καὶ ὁ Ἄθως δύο ὄρη εἰσὶ περὶ τὴν Θρᾴκην. ὁ οὖν Ζεὺς ὀργισθεὶς κεραυνὸν ἐπαφεὶς ἐκεραύνωσεν αὐτούς· καὶ ἀπώλοντο. ἦν δὲ πρότερον περὶ τῆς κεραυνώσεως αὐτῶν χρησμὸς δοθεὶς τῇ μητρὶ αὐτῶν, ὅτι διὰ τὴν ὑπερηφανίαν αὐτῶν κεραυνωθήσονται. 43.13 Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Λαβυρίνθου. ἔστι δὲ αὕτη. Ἐν τῇ Κρήτῃ τῇ νήσῳ ἐστὶν ὄρος ἐν ᾧ σπήλαιον ἀντρώδες καὶ δύσκολον περὶ τὴν κάθοδον καὶ δυσχερὲς περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι τοῦ Λαβυρίνθου, νῦν ὁ θεῖος Γρηγόριος ἔλαβεν αὐτὸ ἐπὶ τῶν λόγων τῶν ἀφύκτων, ὧν οὐδεὶς ἠδύνατο ἐκφυγεῖν, ἀλλὰ ἡλίσκετο. ἐπιφέρει γὰρ καὶ τὰς ἄρκυς. ἄρκυς δέ ἐστιν εἶδος δικτύου παχυσχοίνου, ὃ ἱστᾶσι πρὸς θήραν ἄρκτων ἢ ἐλάφων ἢ κατὰ τῶν ἀλλῶν ἰσχυροτέρων ζῴων. 43.14 Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Μίνωος καὶ τοῦ Ῥαδαμάνθυος. ἔστι δὲ αὕτη. Μίνως καὶ Ῥαδάμανθυς λέγονται υἱοὶ εἶναι τοῦ ∆ιός, ὧν ὁ μὲν Μίνως ἦν νομοθέτης, παρὰ τοῦ πατρὸς δεξάμενος τὴν νομοθετικήν, ὁ δὲ Ῥαδάμανθυς δικαστὴς δίκαιος, ὡς παρὰ τοῦ πατρὸς τὴν δικαιοσύνην μαθών. λέγουσιν οὖν περὶ τούτων οἱ ποιηταὶ καὶ Πλάτων δὲ αὐτός, ὅτι