170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν ἔνδειξιν τῆς περὶ νόμον σπουδῆς, ὁπότε κλῆρον ἴδιον ἔφη τεθεῖσθαι τὸν νόμον, οὐ πρόσκαιρον ἀλλ' εἰς ἅπαν ἐν τούτῳ προσελόμενος ζῆν ὡς οὐχ ὑπό τι ζυγὸν ἀνάγκης ἀλλ' ἁγίως ἐν εὐφροσύνῃ ψυχῆς. τοῦτο γὰρ δὴ καὶ μόνιμον καὶ δυσμετάστατον ὅπερ εὐφροσύνῃ πράττεται. 238 Ps 118,113 Εἰ καὶ μὴ μισητοὶ καθὸ ἄνθρωποι, καθὸ καὶ θεῷ μισητοὺς λέγεσθαι τοὺς τοιούτους οὐκ ἀνάξιον θεῷ κατὰ τὸ Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὥστε ἀπόδειξις μεγίστη τοῦ τὸν νόμον ἀγαπᾶν τὸ μισεῖν τοὺς παρηλλαγμένους τοῦ νόμου· διὸ καὶ τῷ Ἰωσαφὰτ ἡ πρὸς τὸν τοιοῦτον φιλία μέμψις ἐγένετο διὰ τοῦ προφήτου, ὅτι τὸν ὑπὸ θεοῦ μισούμενον ἠγάπα. 239 Ps 118,118.119 Θεοῦ μίμησιν ἐνδείκνυται. εἰ θεῷ τε ἐξευτέληται πᾶς ὁ τῶν δικαιωμάτων ἀποστατῶν ἐπὶ ματαίοις ἐνθυμήμασι, καὶ αὐτῷ καταφαίνονται στεμφύλων ἢ σκωρέας οὐδὲν τιμιώτεροι· διὸ καὶ πρὸς ἀγάπην τῶν θείων διατάξεων ἐπεγείρεται, τὸ μάταιον τῶν φαύλων εἰς προτροπὴν τῆς περὶ τὸ καλὸν ἐπιμελείας λαμβάνων. Ἡ δὲ Ε ἔκδοσις Εἰς οὐδὲν ἐλογίσθησαν. 240 Ps 118,122 Ἀνεξικακίᾳ θεοῦ τὸ ἐλλεῖπον ἀναπληροῦσθαι ποθεῖ, περιμένοντος αὐτοῦ τὴν ἔτι μέλλουσαν ἀγαθουργίαν οἷον ἐγγυωμένου ταύτην ὡς ἐκπληρωθησο μένην, καθάπερ οἱ τοὺς ὀφείλοντας ἐγγυώμενοι πρὸς τὸ μὴ ταῖς ἀπατήσεσι χαλεπῶς ὑποπίπτειν. Σύμμαχος Ἀνάδεξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων Ἐγγύησαι ἐκδεδώκασιν. 241 Ps 118,129 Οἱ μὲν ἄλλοι, φησί, χρυσίον θαυμάζουσι καὶ λίθους τιμίους, ἐγὼ δὲ θαυμάσιον καὶ μόνον καλὸν ἐπιστάμενος τὰ θεῖα προστάγματα τοῦτον ἔχομαι καὶ θησαυροῦ παντὸς μᾶλλον διαφυλάττω. 242 Ps 118,130 ∆ιανοίξεως δεῖται τὰ λόγια· διὸ καὶ ὁ κύριος διήνοιξε τὸν νοῦν τῶν μαθητῶν τοῦ συνιέναι τὰς γραφάς, καὶ τὴν δι' ἡδονῆς ἢ δόξης ἀπάτην ἀφίστησιν ἡ διὰ τῶν λόγων ἐνδιδομένη σύνεσις. 243 Ps 118,134 Τοῦτο δὲ αἰτεῖ, ἐπειδὴ καὶ δύσκολος ἐν ταραχαῖς καὶ λύπαις ἡ περὶ τὸν ὑγιῆ λόγον ἀκρίβεια. 244 Ps 118,139 Ὅρα τὴν ἔχθραν ἣν ἔχουσιν οἱ δίκαιοι. αὕτη δὲ ἦν πρὸς τὴν ἀδικίαν αὐτῶν καὶ τὴν λήθην τοῦ νόμου. 245 Ps 118,141 ∆ύναται μὲν κατὰ τὴν ἱστορίαν ἀναφέρεσθαι ἐπὶ τὸν ∆αυὶδ τὰ ἐγκείμενα λέγοντα αὐτὰ περὶ ἑαυτοῦ. βραχύτατος γὰρ ἦν πάντων τῶν Ἰεσσαὶ παίδων ἀλλὰ καὶ ἐξουδενώμενος. πάντων γοῦν τῶν ἀδελφῶν αὐτοῦ παραληφθέντων ὑπὸ τοῦ πατρὸς εἰς ἣν ηὐτρέπισε Σαμουὴλ ἑστίαν, ὁ ∆αυὶδ ἐν τοῖς προβάτοις τοῦ πατρὸς ἦν οὐ παραληφθεὶς εἰς τὴν εὐωχίαν· ἀλλὰ καίτοι νεώτερος ὢν καὶ ἐξουδενώμενος τὴν βασιλείαν αὐτὸς ἔσχε ψήφῳ θεοῦ, ἐπεὶ οὐκ ἐπελέληστο τὰ τοῦ θεοῦ δικαιώματα. νεώτερος δὲ καὶ ὁ τοῖς θείοις λόγοις στοιχειούμενος καὶ ἐξουδενώμενος διὰ τὸ ταπεινοῦν ἑαυτόν, καὶ ὁ ἀπὸ τῶν ἐθνῶν δὲ λαὸς κληθεὶς μετὰ τὸν πρεσβύτην καὶ πρωτότοκον Ἰσραὴλ φθέγξαιτο τὸ προκείμενον ῥητόν. ἐξευτελίζουσι γὰρ αὐτὸν οἱ ἐκ περιτομῆς ἀλήστῳ μνήμῃ φυλάττοντα τὰ δικαιώματα τοῦ θεοῦ. 246 Ps 118,162 Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ ∆αυὶδ ὁ λόγος, ὅτι μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος φόβῳ τῷ πρὸς θεὸν ἐπέσχε τὸ ἀμύνασθαι· διήκει δὲ καὶ εἰς τὸ κοινόν, ὅτι τῶν ἀρχοντικῶν πολέμων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι μὴ οὐχὶ φόβῳ θεοῦ φρουρουμένους. 247 Ps 118,173 Μετὰ τὴν τῆς σοφίας δόσιν πάλιν αὖ τὴν ἐκ κινδύνων σωτηρίαν αἰτεῖ· μισθὸν καὶ τοῦτο τῆς περὶ τὸν θεῖον νόμον ἑκουσίου σπουδῆς. 248 Ps 118,174.175 Ὄντως ἄρα τὴν αἰώνιον σωτηρίαν ἄρτι μὲν ἔλεγε προσδοκᾶν, νῦν δὲ καὶ ποθῶν αὐτῆς τοῦ νόμου μελέτης ταύτην πεποιῆσθαι σκοπόν. ἀναζήσεσθαι γὰρ δὴ καὶ αἰνέσειν θεὸν λέγει τοῖς πανσόφοις αὐτοῦ κρίμασιν εἰς τοῦτο βοηθηθείς, ὃ δή ἐστι Χριστὸς ἀντ' ἀνθρώπων εἰς τὸν σωτήριον ἀνθρώποις θάνατον καταβαίνων καὶ τῷ παθεῖν ἐξωνούμενος τοὺς ἐν πάθεσι καὶ τοὺς
34