οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὀρφανὸν καὶ χήραν ἀνακτησώμεθα· λελωβημένους ταῖς πρεπούσαις ἀναπαύσωμεν θεραπείαις· φιλό στοργοι, συμπαθεῖς περὶ τοὺς ἐν δεσμοῖς εὑρισκώ μεθα. Τότε γὰρ, τότε τὴν ὄντως ἀληθῆ καὶ καθαρω τάτην νηστείαν ἐπιτελέσομεν τῷ Χριστῷ· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ δους Πάσχα, ἀπὸ μιᾶς καὶ δεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρας Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συν άπτοντες ἐφεξῆς τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας 77.500 Πεντηκοστῆς. Οὕτω γὰρ κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, καὶ νῦν καὶ ἀεὶ καὶ εἰ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ϛʹ.
αʹ. Τῆς μὲν ἁγίας ἡμῶν ἀναλαμπούσης ἑορτῆς, καὶ τὸν εὐκλεᾶ τῆς καρτερίας προτιθείσης ἀγῶνα τοῖς ἐπ' ἀγαθοῖς εὐδοκιμεῖν εἰωθόσιν, ἀκόλουθον οἶμαι σύμπαντας ἐπὶ τὸ πνευματικὸν συναγείρεσθαι θέατρον, "∆εῦτε δὴ, λέγοντας, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ," ἵνα δὴ καὶ πάναγνον ἐν αὐτῷ συστησάμενοι θίασον, καὶ διὰ τῆς κατὰ Πνεῦμα πρὸς ἀλλήλους ἑνότητος καθάπερ εἰς μίαν συναρμοσθέντες λύραν, τὸν αὐτῶν χοροστάτην ἀναμέλπωμεν, λέγοντες· "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως." Ὄκνου γὰρ καὶ μελλήσεως τῆς ἐπὶ τοῖς ἀμείνοσι δικαίαν τις ὑπομείναι γραφὴν, διὰ τὸ μὴ δύνασθαι, καθάπερ ἐν ὀφλήματος τάξει, κατα θέσθαι τῷ Σωτῆρι τὰ χαριστήρια, ἀναριθμήτων μὲν ἀγαθῶν πληθύϊ τὴν ἀνθρώπου φύσιν κατακοσμήσαντι, ὅλην δὲ ἀφάτῳ δυνάμει πρὸς τὴν ἀρχαίαν ἐκείνην μεταμορφώσαντι δόξαν· καὶ τὸ μὲν ἐκ τῆς ἁμαρ τίας ἀκαλλέστατον ἀφανίσαντι σχῆμα· πρὸς δὲ τὴν ἀρχέτυπον εἰκόνα, καὶ πρὸς τῆς οἰκείας φύσεως ἀναστοιχειοῦντι χαρακτῆρας, τοὺς ὅσοιπερ ἂν αὐτὸν ἐπιγινώσκοντες λέγωσι, κατὰ τὸν σοφώτατον ἐκεῖνον μαθητήν· "Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Πρὸς μὲν οὖν τὸν μακάριον ἐκεῖνον προφήτην Ἡσαΐαν ἐνηχεῖτο διὰ τοῦ Πνεύματος· "Ἀναβόησον ἐν ἰσχύϊ, μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου." Ἐπειδὴ δὲ καὶ ἡμῖν ὁ τῆς ἱερατείας θεσμὸς, καὶ πάτριος ἄνωθεν κλῆρος, ἕκ τε χρόνων μακρῶν ἕλ κουσα συνήθεια[ν], ὅτι δὴ καὶ μάλα προθύμως τοῦτο παρ' ἡμῶν εἰσπράττεσθαι χρὴ, δίδωσιν ἐννοεῖν, φέρε, σάλπιγγος εὐηχέστερον καὶ διὰ τούτου πάλιν ἀναφθεγξώμεθα τοῦ κηρύγματος, ὅτι, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον, "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." Ἀλλ' ὅτι μὲν τοῦ ποιῆσαι τῷ Κυρίῳ πάρεστιν ὁ καιρὸς, ἀντερεῖ μὲν ἴσως οὐδείς. Τί δὲ ποιῆ σαι προσήκει, δικαίως ἂν ἔροιτό τις ἡμᾶς τῶν φι λομαθεστέρων. Ἐγὼ δὲ λίαν ὑπερθαυμάσας τὸν ἐκπυθόμενον, καὶ διερωτᾷν ὅτι χρὴ περὶ τούτων οἰη θέντα, καλῶς τοῖς τῶν ἁγίων προφητῶν χρήσομαι λόγοις. Ἀκουέτω τοίνυν Ἡσαΐου φάσκοντος· "Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχό μενοι." Ἐπειδὴ δέ πως οὐ λίαν ἐστὶν ἐκφανὲς, ὡς ἄν τις εἰκάσαι, τὸ εἰρημένον φέρε τοῖς ἀποσμήχειν εἰωθόσι τὰ ἐκ παλαιότητος χρόνου νῦν κεκρυμμένα μελετῶντες τὰ παραπλήσια, ἐπισημοτέραν τῶν λε γομένων τὴν διάνοιαν καταστήσωμεν. βʹ. Ἐμπέφυκε τοίνυν τοῖς τῆς σαρκὸς ἡμῶν μέ 77.501 λεσι φυσικός τις καὶ ὁμογενὴς, ἵν' οὕτως εἴπω, νό μος, ἐξοπλίζων ἡμᾶς τῷ πεποιηκότι Θεῷ, καὶ τὸ οἰκεῖον φρόνημα ταῖς τοῦ Πνεύματος ἐπιθυμίαις ἀντιτιθείς. Λογισμοὶ δὲ ἡμῖν ἐντεῦθεν, καὶ ἀτάκτων