Λιβανίῳ 16.1.10 καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρον καὶ τὸ κρεῖττον ῥέποντα, καὶ τοσοῦτος ἦν ἐς τὴν πλάσιν καὶ τὴν εἰς ἑκάτερον ἐξομοίωσιν, ὥστε ὁ μὲν <πολύπους> λῆρος ἦν αὐτῷ, τῶν δὲ συνόντων ἕκαστος ἄλλον ὁρᾶν ἑαυτὸν ὑπελάμβανεν. ἔφασκον γοῦν αὐτὸν οἱ πεπειραμένοι, πίνακά τινα καὶ ἐκμαγεῖον εἶναι 16.1.11 παντοδαπῶν ἠθῶν καὶ ποικίλων· οὐδ' ἂν ἥλω ποτὲ πολλῶν καὶ διαφόρων συνεληλυθότων ᾧ μᾶλλον τέρπεται, ἀλλ' ἐπὶ τοῖς ἐναντίοις ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον, καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο· οὕτω 16.1.12 πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν. γάμου δὲ καὶ οὗτος ἠμέλησεν, πλὴν ὅσα γε αὐτῷ γυνή τις ξυνῆν, οὐκ ἀπὸ ὁμοίας τῆς ἀξιώσεως. 16.2.1 Ὁ δὲ λόγος αὐτῷ, περὶ μὲν τὰς μελέτας, παντελῶς ἀσθενὴς καὶ τεθνηκὼς καὶ ἄπνους, καὶ διαφαίνεταί γε οὗτος μὴ τετυχηκέναι διδασκάλου· καὶ γὰρ τὰ πλεῖστα τῶν 16.2.2 κοινῶν καὶ παιδὶ γνωρίμων περὶ τὰς μελέτας ἠγνόει· περὶ δὲ ἐπιστολὰς καὶ συνουσίας ἑτέρας, ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον ἀναφέρει καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ κωμικῆς βωμολοχίας καταπέπλησται τὰ συγγράμματα, καὶ ἡ κομψότης περιτρέχει πανταχοῦ διακονουμένη τοῖς λόγοις, καὶ ὃ πάντες οἱ Συροφοίνικες ἔχουσιν κατὰ τὴν κοινὴν ἔν τευξιν ἡδὺ καὶ κεχαρισμένον, τοῦτο παρ' ἐκείνου λαβεῖν μετὰ 16.2.3 παιδείας ἔξεστιν· οἱ μὲν οὖν Ἀττικοὶ μυκτῆρα καὶ ἀστεϊσμὸν αὐτὸ καλοῦσιν· ὁ δὲ ὥσπερ κορυφὴν παιδείας τοῦτο ἐπετήδευσεν, ἐκ τῆς ἀρχαίας κωμῳδίας ὅλος εἰς τὸ ἀπαγγέλλειν εἱλκυσμένος, καὶ τοῦ κατὰ θύραν τερπνοῦ καὶ γοητεύοντος 16.2.4 τὴν ἀκοὴν γινόμενος. παιδείας δὲ ὑπερβολὴν καὶ ἀναγνώσεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις, λέξεσι κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐπόλιδος δένδρα Λαισποδίαν καὶ ∆αμασίαν οὐκ ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δένδρων, 16.2.5 οἷς νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι. οὕτω λέξιν εὑρών τινα περιττὴν καὶ ὑπ' ἀρχαιότητος διαλανθάνουσαν, ὡς ἀνάθημά τι παλαιὸν καθαιρῶν, εἰς μέσον τε ἦγεν καὶ διακαθήρας ἐκαλλώπιζεν, ὑπόθεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ διανοίας ἀκολουθούσας, ὥσπερ ἅβρας τινὰς καὶ θεραπαίνας 16.2.6 δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξεσμένῃ. ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ ὁ θειότατος Ἰουλιανός, ἐθαύμασε δὲ καὶ ὅσον ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων ἀνα16.2.7 λεγόμενος ἕκαστον αὐτῶν εἴσεται. ἱκανὸς δὲ ἦν καὶ πολιτικοῖς ὁμιλῆσαι πράγμασι, καὶ παρὰ τοὺς λόγους ἕτερά τινα συντολ16.2.8 μῆσαι καὶ ῥᾳδιουργῆσαι πρὸς τέρψιν θεατρικωτέραν. τῶν δὲ μετὰ ταῦτα βασιλέων καὶ τῶν ἀξιωμάτων τὸ μέγιστον αὐτῷ προσθέντων (τὸν γὰρ τῆς αὐλῆς ἔπαρχον μέχρι προσηγορίας ἔχειν ἐκέλευον), οὐκ ἐδέξατο φήσας τὸν σοφιστὴν 16.2.9 εἶναι μείζονα. καὶ τοῦτό ἐστιν οὐκ ὀλίγος ἔπαινος, ὅτι δόξης ἐλάττων ἀνήρ, μόνης ἥττητο τῆς περὶ τοὺς λόγους, τὴν δὲ 16.2.10 ἄλλην δημώδη καὶ βάναυσον ὑπελάμβανεν. ἀλλ' ἐτελεύτησε καὶ οὗτος εἰς γῆρας ἀφικόμενος μακρότατος, καὶ θαῦμα οὐκ ὀλίγον ἀπολιπὼν ἅπασιν. [τούτῳ δὲ ὁ ταῦτα γράφων οὐ συνεγένετο, ἄλλοτε ἄλλων ἐμποδισμάτων ἐπηρείᾳ τύχης συμβάντων.] ἈΚΑΚΙΟΣ. Παλαιστίνης Καισάρεια τὸν Ἀκάκιον ἤνεγκεν, καὶ ἦν συνανασχὼν τῷ Λιβανίῳ κατὰ τοὺς αὐτοὺς χρόνους· τόνου δὲ σοφιστικοῦ καὶ πνεύματος, εἴπερ τις ἄλλος, γέμων, καὶ ἡ λέξις μετὰ κρότου πρὸς τὸν ἀρχαῖον ἐπέστρεφε τρόπον· συνανασχὼν δὲ Λιβανίῳ, κατέσεισε τὰ 17.1.2 πρῶτα, καὶ περιῆν ἰσχυρῶς. βιβλίδιον γοῦν τῷ Λιβανίῳ περὶ εὐφυΐας τι γέγραπται, πρὸς τὸν Ἀκάκιον ἅπαν ἐκτεθειμένον, ἐν ᾧ δῆλός ἐστιν ἐπὶ τῷ κρατεῖσθαι