Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντας Ἰουδαίων τε καὶ Ἑλλήνων τοὺς προσδραμόντας προσήκατο, καὶ διὰ τῆς ἐπ' αὐτὸν πίστεως τῆς δικαιώσεως κατηξίωσεν, ὥστε προσήκειν τοῖς ἔθνεσι μάλα διηνεκῶς ἀνευφημεῖν τὸν θεὸν τῆς περὶ αὐτοὺς ἀμυθήτου φιλανθρω πίας, δι' ἣν ἀπηλλοτριωμένους ὄντας καὶ ξένους τῶν διαθηκῶν τῆς ἐπαγγελίας εἰσεποιήσατο. {Rom 15,131} Ὁ δὲ θεὸς τῆς ἐλπίδος, φησίν, ἀντὶ τοῦ ὁ τὴν ἐλπίδα τῶν μελλόντων ἡμῖν χαρισάμενος, τοσαύτην ὑμῖν ἐπιχορηγῆσαι τοῦ ἁγίου πνεύματος χάριν, ὥστε κατὰ περιουσίαν πεπληροφορημένους ὑμᾶς ὑπὲρ τῆς πιστευομένης ἐλπίδος ἐνδεῖν μηδενὸς μηκέτι τῶν εἰρήνης ὑμῖν καὶ χαρᾶς παραιτίων. νουθετήσας δὲ αὐτοὺς μάλα σαφῶς καὶ περὶ τοῦ χρῆναι μηδενὸς ἕνεκεν ἀξιολόγου πράγματος, τῆς τῶν τοιούτων φημὶ νομίμων παρατηρήσεως, τὴν πρὸς ἀλλήλους ἀπέχθειαν ἀναδέχεσθαι, καὶ τοῦτο συμπληροῖ τὸ κεφάλαιον. ἐπάγει δὲ αὐτὸ κατ' ἐπανάληψιν ἑτέραις λέξεσι τὸ προοίμιον· τὸν γὰρ αὐτὸν νοῦν καὶ ἐν τούτοις ἀνακεφαλαιοῦται, θεραπεύων μὲν κἀκείνους καὶ ἐπαινῶν, ὑπεραπολογούμενος δὲ καὶ ἑαυτοῦ, ὅτι μήτε μεμφόμενος αὐτοῖς ἢ ἐγκαλῶν τι τὴν πρὸς αὐτοὺς ταύτην ἐπιστολὴν ἐποιήσατο, ἀλλ' ἀναγκαίως αὐτῷ χρείαν ἐπιβάλλουσαν ἐκπληρῶν, μήτε μὴν ῥᾳθυμίᾳ τὴν ὡς αὐτοὺς ἄφιξιν ἄχρι τοῦ νῦν ὑπερέθετο, συνετῶς ἀπὸ τούτων ἀρξάμενος καὶ εἰς ταῦτα τῆς ἐπιστολῆς τελευτήσας· οὐδὲν γὰρ οὕτω ποιεῖν οἶδεν προσεχεστέρους ἀκροατὰς ὡς ἡ πρὸς τὸν λέγοντα σχέσις, καὶ τὸ μὴ ὑπόπτως ἀλλ' εὐνοϊκῶς πρὸς αὐτὸν διακεῖσθαι. τούτου χάριν ἐπήγαγεν. {Rom 15,15-16} Κατὰ τρεῖς τρόπους ἐργάζεται τὴν παραίτησιν, τῷ τε ἐκ μέρους καὶ τόλμαν εἰπεῖν εἶναι τὸ πρᾶγμα, καὶ τῷ μὴ διδασκαλίας ἕνεκεν ἀλλ' ἐπαναμνήσεως τετολμηκέναι αὐτό, καὶ τῷ οἰκεῖον αὐτῷ καὶ προσῆκον 416 εἶναι τὸ φρόντισμα, πρὸς τοῦτο αὐτὸν τῆς θείας χάριτος προχειρισαμένης. τὸ μέντοι ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ, τοῦτ' ἔστι τὴν πνευματικὴν ἁγιότητα καθαρὰν καὶ ἀμιγῆ τῶν Ἰουδαϊκῶν παρατηρήσεων ἐπιφερομένη· αὕτη γάρ ἐστι φίλη θεῷ καὶ εὐπρόσδεκτος, ἐπειδὴ καὶ αὐτὸς ὁ θεὸς πνεῦμά ἐστιν. {Rom 15,17-19a } Τοιγαροῦν καὶ σεμνύνεσθαί μοι, φησίν, ἔξεστιν ἐν τοῖς κατὰ θεὸν ἐπὶ τῇ διὰ Χριστοῦ δοθείσῃ πρὸς τοῦτό μοι χάριτι· μὴ γὰρ οὕτω κἀγὼ γενοίμην τολμητίας ποτὲ ὡς ἐπιγράφειν ἐμαυτῷ τὰ μὴ ἐμοὶ Χριστοῦ κατορθώματα. πολλοῖς γοῦν τὸ κήρυγμα περιήγγελκα καὶ πολλοὺς προσηγαγόμην τῇ πίστει Χριστοῦ δυναμούμενος πρὸς πᾶσαν θαυματουργίαν ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος χάριτος. {Rom 15,19b-22} Τὸ γοῦν ἀπὸ Ἰερουσαλήμ, φησί, μέχρις Ἰλλυρίων ἅπαν ἐν κύκλῳ περιελθὼν τοῦ εὐαγγελίου πεπλήρωκα, καὶ Χριστὸς τοῖς πόνοις καὶ τοῖς ἱδρῶσι τοῖς ἐμοῖς εἰς σωτηρίαν σχεδὸν ἅπαντας τοὺς τῇδε προσκέκληται. ἦν δέ μοι καὶ τοῦτο, φησί, περισπούδαστον, μὴ τοὺς ὑπ' ἄλλων περὶ Χριστοῦ προακηκοότας ἐπεκδιδάσκειν ὕστερον ἐφιστάμενον, ἀλλ' αὐτὸν κατάρχειν καὶ παρὰ τούτους ἰέναι παρ' οὓς οὐδεὶς ἕτερος προάφικτο. καὶ ἦν ἰδεῖν πληρούμενον ἐν τούτοις ὑπ' ἐμοῦ γιγνομένοις ἐκεῖνο τὸ λόγιον· οἷς οὐκ ἀνηγγέλῃ περὶ αὐτοῦ ὄψονται καὶ τὰ ἑξῆς. Οὗτος ὁ λογισμός με, φησί, καὶ τῆς τοιαύτης σπουδῆς ὁ σκοπὸς τῆς ἄχρι νῦν πρὸς ὑμᾶς ἀφίξεως διεκώλυσεν· ὑμῖν μὲν γὰρ ἠπιστάμην Πέτρον ἐληλυθότα διδάσκαλον, τοῖς ἐνταῦθα δὲ οὐκ ἦν τις τέως ὁ παραδοὺς τὰ περὶ Χριστοῦ. {Rom 15,23-27} Ἐπιποθίαν δὲ ἔχων, φησί, τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, ὡς ἐὰν πορεύωμαι εἰς Σπανίαν. προσυπακουστέον τούτοις τὸ ἐλεύσομαι πρὸς ὑμᾶς· κατὰ γὰρ ἀποσιώπησιν εἴρηται τούτου. τὸ δὲ ἐὰν πρῶτον ὑμῶν ἀπὸ μέρους ἐμπλησθῶ, τοῦτ' ἔστι κατὰ τὸ ἐνδεχόμενον ἐμπλησθῶ. 417 {Rom 15,28-29} Πρὸς ὑμᾶς, φησί, παραγενόμενος πολλὴν ἐν ὑμῖν τοῦ κατὰ Χριστὸν εὐαγγελίου τὴν παράκλησιν ἕξω τε καὶ παρέξω, μυρίων ἐπαίνων καὶ μυρίων εὐφημιῶν ἀξίου τοῦ κατὰ Χριστὸν ἡμῶν