1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

34

τούτους ἀποθανόντας οὐχὶ δέχεται σκότος ἀλλ' αἱ Μακάρων νῆσοι καὶ τὸ Ἠλύσιον πεδίον. ὄνομα δὲ τόπου τὸ Ἠλύσιον, οἱονεὶ ἀλύσιον καὶ ἀπο λύσιον, οὐ κολάσεως. φησὶν οὖν ἐν τούτοις οἱ παρ' αὐτῶν δικαίοι μετὰ θάνατον αὐλισθήσονται. τὸ δὲ τοῦ ἀσφοδέλου ὄνομα, φυτοῦ ἐστιν ὄνομα, ἔχοντος ὀσμὴν οὐ φαύλην καὶ τὸ ἄνθος ἐπιτερπές. 43.15 Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Γαδείρων. Γάδειρα τόπος ἐστὶ περὶ τὰ Ἑσπέρια μέρη. ὁ τόπος δὲ οὗτος ἀποτελεύτησίς ἐστι θαλάττης καὶ οἱονεὶ ἐκροή τις οὖσα ἀπὸ τῆς ὡς πρὸς ἡμᾶς θαλάττης ἐπὶ τὴν Ἀτλαντίδα θάλατταν. λέγεται οὖν μηκέτι μετὰ τὰ Γάδειρα πλέεσθαι τὴν θάλατταν ἐκείνην διὰ τὸ εἶναι βραχώδη καὶ σκοτεινήν. Γάδειρα δὲ ἤκουσε παρὰ τὴν γῆν καὶ τὴν δειρήν. δειρὴ δὲ καλεῖται ὁ τράχηλος. παρὰ οὖν τὸ τῆς γῆς εἶναί τινα τράχηλον ἐκεῖσε ἤκουσε Γάδειρα. 43.16 Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἵππου τοῦ διαρρήξαντος τὸν δεσμόν. ἔστι δὲ αὕτη. Ὅμηρος ὁ ποιητὴς βουλόμενος τὴν ∆ιομήδους ὀξύτητα καὶ θερμότητα τὴν περὶ τὸν πολεμὸν ἐκφράσαι διὰ παραβολῆς εἰκάζει τὸν ἥρωα, ἐπειπὼν τόδε τὸ ἔπος· Ὡς δ' ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ. 43.17 Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν σπαρέντων καὶ φυέντων αὐθημερὸν γιγάντων. ἔστι δὲ αὕτη. Ἐν Θήβαις ταῖς τῆς Βοιωτίας λέγεται ὅτι Κάδμος ἢ ἄλλος τις λαβὼν τοὺς τοῦ ∆ελφινίου δράκοντος ὀδόντας ἔσπειρεν εἰς τὴν γῆν. καὶ ἀνεδόθησαν ἔνοπλοι ἄνδρες. ἀνεδόθησαν δὲ ἀπὸ μηρῶν ἄχρι ἄνω, καὶ οὕτως ἱστάμενοι ἐπολέμουν ἀλλήλους καὶ τοὺς ἄλλους. 43.18 Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν ἑπταπύλων Θηβῶν καὶ τῶν Αἰγυπτίων. ἔστι δὲ αὕτη. Ὁ δὲ θεῖος Γρηγόριος περὶ θεαμάτων βούλεται εἰπεῖν ἡμῖν ἐνταῦθα. Αἱ ἑπτάπυλοι Θῆβαί εἰσι τῆς Ἑλλάδος, αἱ ὑπὸ Ἀμφίονος καὶ Ζήθου κτισθεῖσαι διὰ κιθάρας. αἱ δὲ Αἰγύπτιαι Θῆβαί εἰσιν ἑκατοντάπυλοι. μεγίστη δὲ πάλαι γέγονε, καὶ οὕτως μεγίστη ὥστε ἑκατὸν ἔχειν τὰς πύλας. Τὰ δὲ τείχη τὰ Βαβυλώνια λέγεται εἶναι ἰσχυρότατα. ἀπὸ γὰρ πλίνθου ὀπτῆς καὶ ἀσφάλτου λυομένης ἐκτίσθησαν, καὶ τὸ πλάτος ἔχοντα πολὺ καὶ τὸ μῆκος, καὶ τὴν περιφέρειαν πολλήν. Ὁ τάφος Μαυσώλου τοῦ Καρὸς μέγιστός ἐστι καὶ αὐτός. Μαύσωλος γὰρ Καρίας γέγονε τύραννος, ὃς ἔκτισεν ἑαυτῷ τάφον πολυανάλωτον ἐν χώματί τινι καὶ ἐν λιμναζούσῃ λίμνῃ ἔνδον κείμενον. γράφεται δὲ καὶ ὁ Καρικὸς τάφος ἵν' ᾖ κτητικόν. γράφεται δὲ καὶ Καρὸς ἵν' ᾖ ἐθνικὸν τοῦ Μαυσώλου τοῦ Καρός. Αἱ δὲ Πυραμίδες καὶ αὔται θεάματος ἄξιαι ἐν τῇ Αἰγύπτῳ εἰσὶν ἐκτισμέναι πολυανάλωτοι, ἅστινας Χριστιανοὶ μὲν λέγουσιν εἶναι τὰ ὡρεῖα τοῦ Ἰωσήφ, Ἕλληνες δὲ τάφους βασιλέων τινῶν, ὧν ἐστι καὶ Ἡρόδοτος. Περὶ δὲ τοῦ Κολοσσοῦ λέγει τοῦ ἐν Ῥόδῳ ἀνακειμένου, ὄτι μέγιστός ἐστιν ὁ ἀνδριὰς καὶ ἀξιοθαύμαστος.