οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐπιθυμιῶν οὐκ εὐαρίθμητος ἐσμὸς, ταῖς εἰς τὸ ἄμει νον ἑλκούσαις ῥοπαῖς ἀντεγειρόμενος, καὶ ὥσπερ ἂν εἴ τινα πολεμίων πληθὺν ταῖς εἰς τὸ συμφέρον ὁρ μαῖς ἑαυτὸν ἀντιτάττων. Τὸν οὕτως αὐθάδη καὶ ἐν ἡμῖν τυραννήσαντα τῆς σαρκὸς νόμον, καὶ ὁ μακά ριος Παῦλος φανερόν που καθίστησι βοῶν· "Συνήδο μαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου." Ἕως ἂν οὖν ἐν ἡμῖν ὁ τοιοῦτος ἰσχύῃ νόμος, καὶ τῶν τοῦ Πνεύματος ἐπιθυμιῶν καταθρασύνηται, ἀντεξάγῃ δὲ τὸ οἰκεῖον θέλημα, καὶ δὴ καὶ πράττειν ἡμᾶς τὸ αὐτῷ δοκοῦν ἐκβιάζηται, πολεμιωτάτους ἀπεργάζεται τῷ Θεῷ, καὶ τὴν εἰρήνην ἐξείργει δεξιῶν, διατειχίζει δὲ τῆς τοῦ πεποιηκότος φιλανθρωπίας, τοὺς ἐν οἷς ἂν φαίνοιτο κρατῶν. Ἀτονήσας δὲ, καὶ τῷ πρὸς εὐσέβειαν τόνῳ πλεονεκτούμενος, καὶ τοῖς ἡττωμένοις ἐν παρατάξει προσεοικὼς, ῥίψασπίς τε ὁμοῦ καὶ φυγὰς ἀναδεικνύ μενος τοῖς ὀρθῶς καὶ κατὰ νόμον τὸν θεῖον ἑλομένοις βιοῦν, τῆς πρὸς Θεὸν φιλίας τὴν ὁδὸν ἱππήλατον ἀπεργάζεται. Εἶτα λελυμένης ἐντεῦθεν τῆς τῶν με σολαβούντων ἀφορμῆς, συνθησόμεθα λοιπὸν οἷς ἂν ἡμῖν ἐπιτάττῃ τὸ Πνεῦμα· καὶ τὸ ἀντιδοτοῦν οὐκ ἔχοντες, ὅτι σωζόμενον "τὴν πρὸς Θεὸν εἰρήνην" ἀγαπᾷν οἰησόμεθα δεῖν οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ σωτηρίαν ἐρχόμενοι. "Νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυ μίαν κακὴν, καὶ προσεπιτούτοις τὴν πλεονεξίαν." Τεθνάτω ταῖς εἰς τὸ ἀγαθὸν ἐπιθυμίαις, ὥσπερ ὀξεῖ σιδήρῳ βαλλόμενος ὁ τῆς σαρκὸς νόμος. Πιπτέτω τὸ ἐν ἡμῖν γεῶδές τε καὶ ἀκάθαρτον φρόνημα. Κα τακρατείτω δὲ ὁ τοῦ Θεοῦ νόμος· διωκέτω δὲ μᾶλλον, ἢ φαινέσθω φυγάς. Ἀριστεύων μὲν γὰρ, καὶ τῆς τοῦ πολεμοῦντος ἰσχύος ὅτε κρείττων εὑρίσκεται, ῥιζοῖ μὲν ἅπασαν ἡμῖν ἀρετήν· φιλαιτάτους δὲ τῷ ∆εσπότῃ τοὺς πάλαι δραπέτας ἀποτελεῖ, καὶ τὴν τριπόθητον τῶν ἁγίων ἐλπίδα τοῖς οὐκ ἔχουσι πραγ ματεύεται. Ἂν δέ που τοῖς σαρκικοῖς κινήμασιν, ὥσπερ ἀνέμων ἀντιπνοίαις τισὶν, ἀνωθούμενος ὀπίσω χωρῇ, τότε δὴ, τότε πᾶσα μὲν ἡ ἐν ἡμῖν ἀσφάλεια βαδιεῖται πρὸς τὸ μηδὲν, νευρουμένης ἐν ἡμῖν τῆς ἁμαρτίας ἐξ ἡμετέρου θελήματος· "Μερίδες δὲ, κατὰ τὸ γεγραμμένον, ἀλωπέκων ἐσόμεθα," παν ούργοις καὶ ἀκαθάρτοις δαίμοσι τὴν ἑαυτῶν χαριζό μενοι εὐκοσμίαν· καὶ ὥσπερ ἂν εἴ τις ἀμπελὼν, ὁμοῦ καὶ θριγκίου καὶ τῆς τῶν φυλαττόντων νήψεως ἔρημος ὢν, ἑτοιμοτάτη τοῖς διαρπάζουσι προκεισό μεθα τροφή. Ἀλλ' εἴπερ ἑκάστῳ γλυκὺ τὸ μηδενὸς τῶν τοιούτων εἰς πεῖραν ἐλθεῖν, εἰσδεχέσθω προθύ 77.504 μως τὴν ἁπάσης σεμνότητος μητέρα νηστείαν, ὑπο πιαζέτω τὸ σῶμα καὶ δουλαγωγείτω, καὶ διὰ τοῦ βούλεσθαι πονεῖν, "ἀκάνθαις τὸ οἰκεῖον κτῆμα περι φραττέτω," καθάπερ ἔφησέ τις τῶν σοφῶν ἐν ἡμῖν. Τοῖς μὲν οὖν τελειοτέροις τὴν ἕξιν, καὶ στερεωτέρων δυναμένοις ἀπογεύεσθαι μαθημάτων, ἀποχρήσειν οἶ μαι καὶ ταῦτα πρὸς τὸ δύνασθαι, καὶ λίαν εὐπετῶς. ἐπὶ τὴν τῶν δεόντων ἐξοίχεσθαι θήραν, καὶ παντα χόθεν ὅπερ ἂν αὐτοῖς φαίνηται λυσιτελοῦν ἐρανίζε σθαι. ∆εῖ δὲ, οἶμαι, πόνων αὐτοῖς οὐ μακρῶν. Ἀρ κέσει γὰρ εἰς τὸ δύνασθαι κατορθοῦν ἡ προθυμία, ποταμίου ῥεύματος δίκην, καθάπερ τινὰς ὄχθους ἀεὶ τὸ ἀντιστατοῦν ὑποσύρουσα, καὶ ἀπλεονεκτήτοις ὁρ μαῖς τὸ ἀντιτεῖνον ἐξαφανίζουσα. Ὃ δὲ δὴ μεγίστην ἐστὶ τῆς ἐν τοῖς εἰρημένοις περιπετείας προσθεῖναι λοιπὸν ἀναγκαῖον. Τοῖς γὰρ κατὰ τόνδε διηρτισμένοις τὸν τρόπον, αὐτὸς ὁ πάντα νικῶν ἐπαμύνει Θεός. καὶ ἡ πάντων ἰσχὺς, καὶ δύναμις, βακτηρία καὶ νεῦρα γίνεται. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Μελ ωδός· "Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν." Ὅτι μὲν οὖν λαμπροὶ καὶ ἀξιοθαύ μαστοι τῆς πρὸς Θεὸν εἰρήνης εἰσὶν οἱ καρποὶ, συν θήσεται παστισοῦν, οἶμαι, τῶν εὖ φρονούντων. γʹ. Ἀνασκοπούμενος δὲ, καὶ καθάπερ οἱ πρὸς ἄκρον γηλόφου τινὸς ἀναποδίσαντες, καὶ πρὸς ὅσον οἶδεν ἐκτείνεσθαι τῶν ὀφθαλμῶν ἡ ὀξύτης, τοσοῦτον ἐπι χειροῦντες ὁρᾷν, οὕτω δὴ καὶ αὐτὸς κύκλῳ τὸν ὀφθαλμὸν τῆς διανοίας περιάγων, καὶ τὰς τῶν