Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἁπάντων ἡμῶν σωτηρίαν ὑπάρχων ἐν μορφῇ Θεοῦ, καθὰ γέγραπται, τεταπείνωκεν ἑαυτὸν, τότε δὴ καὶ ὡς ἄνθρωπος ἔσθ' ὄτε διαλέγεται, οὐδὲν ἀδικούμενος εἰς τὴν δόξαν τὴν θεοπρεπῆ διὰ τούτου. Εἰ γὰρ ὄντως ἄνθρωπος γέγονε, καὶ οὐ διὰ τοῦτο ἀπέστη τοῦ εἶναι Θεὸς, κἂν ὡς ἄνθρωπος γεγονὼς λέγῃ τὰ ἀνθρώπῳ πρέποντα, οὐ διὰ τοῦτο τὸ θεοπρεπὲς ἀξίωμα ζημιωθήσεται· ἀλλ' ἔσται πάλιν ὁ αὐτὸς, φερομένης ἐπὶ τὴν οἰκονομίαν τῆς ἐν λόγοις ταπεινότητος. Ὅτι δὲ οἰκονομικῶς ὡς ἄνθρωπος τὰ τοιαῦτά φησι, καλῶς ὅπερ ἀνείληφε σχῆμα λόγῳ τε καὶ ἔργῳ φυλάττων, ἐντεῦθεν εἰσόμεθα. Λέγει γάρ που πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὸ Ἰουδαϊκὸν ὑποκρινόμενος πρόσωπον· Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. Καίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων, ἔστι. Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τινὸς τῆς κατ' αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύεταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ' ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θεία 75.120 φύσις, ἕξει καὶ ὁ Πατὴρ Θεὸν, καὶ εἰ μή πω γέγονε. Τὸ γὰρ ἐνδεχόμενον γενέσθαι, καὶ εἰ μή πω τετέλεσται, δυνάμει τοῦτό ἐστιν ὅπερ ἐνδέχεται. Εἰ δὲ τοῦτο δύσφημον, οὐ κατὰ φύσιν ὁ Πατὴρ τοῦ Υἱοῦ Θεὸς λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος οἰκονομικῶς. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι, καθὰ γέγραπται, ἐταπείνωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς ταπεινώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα μὲν πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρωπήσεως προσώπῳ περικείμενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὔτως τὸ ἐναντίον ἐκ τῆς ταπεινώσεως τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται.
ΛΟΓΟΣ Ιʹ.
Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς
θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώματος οὐσία χαρακτηρίζεται, ἀλλ' εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ' εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ' ἐκεῖνον τὸν καιρὸν καθ' ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ