τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν 17.1.3 περὶ τὰ λεξείδια <ἐπί>στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ παντὸς ἔμελε μέτρου, ἀλλ' εὐφωνίας τινὸς καὶ μέλους, μήτε Φειδίᾳ τοῦ τὸν δάκτυλον παραλαβεῖν καὶ τὸν παῖδα πρὸς ἔπαινον τῆς θεᾶς, ἀλλὰ τυραννεῖν τὸ μὲν κατὰ τὴν ἀκοήν, <τὸ δὲ κατὰ τὴν ὄψιν>, καὶ τὸ αἴτιον ὑπάρχειν ἀνεύρετον ἢ δύσκριτον, ὥσπερ ἐν τοῖς καλοῖς καὶ ἐρασμίοις σώμασιν, οὐ πάντες τὸ αὐτὸ θαυμάζουσιν, ὁ δὲ ἁλοὺς οὐκ οἶδεν ὅθεν εἴληπται. ὁ μὲν οὖν Ἀκάκιος ἐς τὸ ἄριστον ἀναδραμών, καὶ πολλὴν ἑαυτῷ παρασχὼν δόξαν ὡς τοῦ Λιβανίου κρατήσων, ἀπῄει νέος ὢν ἔτι· οἱ δὲ ἄνθρωποι, ὅσον σπουδαῖον ἐν αὐτοῖς, ἐθαύμαζον αὐτὸν ὥσπερ εἰς γῆρας ἀφιγμένον. ΝΥΜΦΙ∆ΙΑΝΟΣ. Νυμφιδιανὸς δὲ ἦν μὲν ἐκ Σμύρνης, Μάξιμος δὲ ἦν ὁ φιλόσοφος ἀδελφὸς αὐτῷ, καὶ Κλαυδιανὸς ἕτερος, φιλοσοφῶν καὶ αὐτὸς ἄριστα. ἀνὴρ δὲ τῆς μὲν Ἀθήνησι παιδείας καὶ ἀγωγῆς οὐ μετεσχηκώς, γεγονὼς δὲ 18.1.2 εἰς ῥητορικὴν καὶ τοῦ τῶν σοφιστῶν ὀνόματος ἄξιος. ὁ δὲ αὐτοκράτωρ Ἰουλιανὸς αὐτῷ καὶ τὴν βασιλικὴν γλῶτταν ἐπέτρεψε, ταῖς ἐπιστολαῖς ἐπιστήσας, ὅσαι διὰ τῶν ἑλληνικῶν ἑρμηνεύονται λόγων. κρείττων δὲ κατὰ τὰς καλουμένας μελέτας καὶ τὰ ζητήματα, τὰ δὲ ἐν προάγωσιν καὶ τῷ δια18.1.3 λεχθῆναι οὐκ ἔθ' ὅμοιος. τελευτὴ δὲ αὐτῷ συνέβη γενομένῳ πρεσβύτῃ, καὶ μετὰ τὸν ἀδελφὸν Μάξιμον. ΖΗΝΩΝ. Ἰατροὶ δὲ κατὰ τούτους ἤκμαζον τοὺς χρόνους, Ζήνων τε ὁ Κύπριος, διδασκαλίαν τε πολυύμνητον συστησάμενος (ἀλλ' ἐπέβαλε τοῖς χρόνοις Ἰουλιανῷ τῷ σοφιστῇ) καὶ μετ' ἐκεῖνον, κατὰ τοὺς Προαιρεσίου χρόνους, οἱ διάδοχοι Ζή19.1.2 νωνος. ἄμφω δὲ ὁ Ζήνων ἐξήσκητο λέγειν τε καὶ ποιεῖν ἰατρι19.1.3 κήν. τῶν δὲ ὀνομαστῶν ὁμιλητῶν αὐτοῦ διαλαχόντες, οἱ μὲν τὸ ἕτερον, οἱ δὲ ἀμφότερα, κατελείφθησαν· ἐκράτουν δὲ ὅμως καὶ καθ' ὅ τις ἐκληρονόμησεν ἔργου τε καὶ λόγου. ΜΑΓΝΟΣ. Οὗτος ἐκ μὲν Ἀντιοχείας ἦν γεγονώς, τῆς .1.2 ὑπὲρ τὸν Εὐφράτην, ἣν νῦν Νίσιβιν ὀνομάζουσιν· ἀκροατὴς δὲ γενόμενος Ζήνωνος καὶ †τῇ περὶ τῶν σωμάτων τῶν προαιρετικῶν φύσει,† τὸν Ἀριστοτέλην ἐς τὸ δύνασθαι λέγειν συνεφελκυσάμενος σιωπᾶν μὲν ἐν τῷ λέγειν τοὺς ἰατροὺς ἠνάγκαζε, θεραπεύειν δὲ οὐκ ἐδόκει δυνατὸς εἶναι .1.3 καθάπερ λέγειν. ὥσπερ οὖν οἱ παλαιοί φασιν Ἀρχίδαμον, εἰ Περικλέους εἴη δυνατώτερος ἐρωτώμενον "ἀλλὰ κἂν καταβάλω Περικλέα," φάναι "λέγων ἐκεῖνος ὅτι μὴ καταβέβληται, νενίκηκεν," οὕτω καὶ τοὺς θεραπευθέντας ὑφ' ἑτέ.1.4 ρων ἀπεδείκνυ Μάγνος ἔτι νοσοῦντας. οἱ δὲ ὑγιαίνοντες καὶ ἐρρωμένοι χάριν ὡμολόγουν τοῖς θεραπεύσασιν· ἀλλ' ἐκράτει τῶν ἰατρῶν μέχρι τοῦ στόματος καὶ τῶν ἐρωτήσεων. .1.5 καὶ διδασκαλεῖον μὲν ἐξῄρητο κοινὸν αὐτῷ κατὰ τὴν Ἀλεξάνδρειαν, καὶ πάντες ἔπλεον καὶ παρ' αὐτὸν ἐφοίτων, ὡς θαυμάσαντές τι μόνον ἢ ληψόμενοι τῶν παρ' ἐκείνου καλῶν. .1.6 καὶ ἀποτυγχάνειν οὐ συνέβαινεν αὐτοῖς· ἢ γὰρ τὸ λαλεῖν ἐκέρδαινον, ἢ καὶ τὸ δύνασθαι ποιεῖν τι καὶ ἐνεργεῖν διὰ τῆς σφετέρας ἐπιμελείας προσελάμβανον. ὈΡΙΒΑΣΙΟΣ. Ὀριβάσιον δὲ Πέργαμος ἤνεγκε, καὶ τοῦτο εὐθὺς οὕτω συνετέλει πρὸς δόξαν, ὥσπερ τοῖς Ἀθήνησι γεγονόσιν, ὅταν εὐδοκιμῶσι κατὰ τοὺς λόγους, πολὺς ἄνω χωρεῖ λόγος ὅτι Ἀττικὴ Μοῦσα καὶ τὸ ἀγαθὸν οἰκεῖον. ἑκατέρων δὲ εὖ πεφυκώς, ἐκ