170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰσραήλ.
254 Ps 124,3 Ἀλλ' οὔτε πονηροῖς δαίμοσιν ἐάσει διαφθείρεσθαι τοὺς ἀγαθοὺς
ὑπηκόους, ἀλλ' ὀλίγον πονήσαντας ὑπὸ τούτων τοὺς ἀγαθοὺς ἐλευθερώσει δουλείας βλαβερᾶς οὐ τολμώσης ἐπελθεῖν τοῖς ὑπὸ θεοῦ ἀρχομένοις.
255 Ps 126,1.2 Σαλομῶν ἐπιγράφεται τῷ ᾄσματι, διότι τὸν ναὸν ᾠκοδόμησε.
σημαίνει δὲ τὸν ἀληθῆ Σολόμωνα κύριον ἡμῶν, αἴτιον τῆς ἀληθινῆς καὶ εἰρηνικῆς οἰκοδομίας. διὸ καὶ θεοποίητος ἡ οἰκοδομία αὕτη δηλοῦται καὶ ἡ φυλακὴ βέβαιος ἐν τῷ φυλάττεσθαι κατὰ θεόν· καὶ τοῦτο εἰκότως ὅτι διέπεσον εἰς μάταιον αἱ δι' ἀνθρώπων οἰκοδομίαι καὶ φρουραὶ καὶ ἀγρυπνίαι φρουρούντων ἐν νυκτὶ καὶ τὸ δι' ἡμέρας ἐπιμελὲς καὶ ἐπίπονον. διὸ καὶ προεισῆλθε τὰ ἀνθρώπεια τοιαῦτα ὄντα, ἵνα ἐπιγνωσθείη τὰ θεῖα μόνα δὴ τὸ βέβαιον καὶ ἀμετάστατον ἔχοντα, ὥσπερ καὶ δικαιοσύνη προσῆλθε διὰ νόμου, ἵν' ἡ θεοῦ δικαιοσύνη μετ' αὐτὸν ὀφθείη τὸ γνήσιον καὶ τὸ μόνον ἀληθινὸν ἔχουσα καὶ ζωή γε ἀληθὴς μετὰ τὴν ἐν σκιᾷ καὶ ἐν εἰκόνι. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. τὴν παρὰ θεοῦ δεδήλωκεν ἀνάπαυλαν ὕπνῳ ἐοικυῖαν ἐξ ἀγάπης δοθησομένην. 256 Ps 126,4a Ἐνέτεινα γάρ σε, φησίν, Ἰούδα, ἐμαυτῷ ὡς τόξον. καὶ ἐνταῦθα βέλη τοῦ δυνατοῦ τοὺς καταλειπομένους ἁγίους λέγει πρὸς ἧτταν τῶν ἀσεβῶν καὶ σὺν ἀδικίᾳ βιαίων.
257 Ps 127,1 Πολλαὶ μὲν καὶ διάφοροι αἱ τῆς εἰσαγωγῆς ὁδοὶ καὶ πολύτροποι
τῶν ἀρχομένων οἱ βίοι, μία δὲ ἡ εἰς ἄκρον φθάνουσα τελειότης. χαρακτηρίζει δὲ τοὺς φοβουμένους τὸν κύριον, ὁποῖοί τινές εἰσιν ἑξῆς εἰπών· Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. οἱ γὰρ μὴ τοῦτο ποιοῦντες οὐ φοβοῦνται τὸν κύριον. φόβος μὲν γὰρ κυρίου κακῶν ἀποτροπή, ὁ δὲ τῶν κακῶν ἀποτετραμμένος ἕτοιμος εἰς τὰς θείας ὁδούς. 258 Ps 129,1b.2 ∆ύναιτο δὲ τὸ ἐκ βάθους οἷον ὑδάτων τῶν περικεχυμένων θλίψεων, ἡ δὲ ὑπομονὴ καὶ ἡ τῶν αὐτῶν ἐπανάληψις ἐξεχομένου καὶ ἐξηρτημένου καὶ μὴ θέλοντος τὴν ἱκεσίαν ἀνεῖναι διὰ τὴν ἐπιθυμίαν. διὰ τοῦτο Εἰσάκουσον τῆς φωνῆς μου καὶ γενηθήτω τὰ ὦτά σου προσέχοντα.
259 Ps 131,6 Οὐ προεννοήσαντι τῷ ∆αυὶδ ἐκ τοῦ πράγματος αὐτοῦ καταφανὴς
ὁ τόπος ἐγένετο. διὸ καὶ Ἠκούσαμεν καὶ εὕρομεν λέγει, ὅτι πρόσταγμα θεοῦ τὴν ἅλωνα ὑπέδειξε τὴν Ὀρνᾶ ἐφ' ἧς τὸ θυσιαστήριον ᾠκοδόμησε πρὸς ἀποτροπὴν τοῦ φθείροντος θανάτου τὴν Ἑβραίων γενεάν. ὑπεραγαπήσας τε τὴν εὕρεσιν ὡς ἂν τὸ πάλαι ποθούμενον ἐγνωκώς, χαίρει τῷ πράγματι καὶ τὴν ἐνταῦθα προσκύνησιν ἀγαπᾷ. ἔνθα δὴ καὶ θεοῦ φησιν ἐπιδημίαν γενέσθαι, διότι καὶ ἐκφανὴς ἡ θεοῦ δόξα διὰ τῆς τοῦ ἀγγέλου παρουσίας ἐγένετο. 260 Ps 131,8 Ὁμοίως, φησί, τὸν καιρὸν προλέγει τὸν ἐπὶ Σολόμωνος· ἐν ᾧ μετάγεται ἡ κιβωτὸς ἀπὸ τῆς σκηνῆς καὶ εἰς τὸν ναὸν ἵδρυται, θεία τε ἐπεφαίνετο δόξα καὶ νεφέλης ἐμπίπλα τὸν οἶκον. 261 Ps 131,9 Ταῦτα, φησίν, ὁρῶμεν ἐπὶ Σολόμωνος γεγενῆσθαι κατὰ τοὺς ∆αυὶδ λόγους. 262 Ps 131,10 Πρὸς γὰρ ∆αυὶδ τὸ εὐμενές. εἰ καὶ εἰς τοὺς μετ' αὐτὸν ἡ εὐεργεσία ὥσπερ καὶ ἄντικρυς λέγεται πρὸς τὸν Σολόμωνα διὰ τὸν ∆αυὶδ μὴ ἀποπεσεῖσθαι πάντῃ τῆς βασιλείας αὐτόν, καὶ δὴ καὶ εἰς τοὺς ἀπογόνους διαβέβηκεν ἦ διὰ τὸν ∆αυὶδ φειδώ, ὥσπερ καὶ πρὸς τὸν Ἐζεκίαν λέγεται Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διὰ ∆αυὶδ τὸν δοῦλόν μου. 263 Ps 131,15-17 Ταῖς προτέραις καὶ βραχείαις δωρεαῖς τὴν
36