οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
πρα γμάτων ὡς ἔνι μάλιστα διασκεπτόμενος φύσεις, οὐ μόνον οἶμαι προσήκειν τοῖς ἀρτίως διηγγελμένοις ὑπὸ τοῦ λόγου, ὅτι δεήσει τὰ πρὸς εἰρήνην μελετᾷν τῷ Θεῷ συμβουλεύειν, ἀλλ' ἤδη μοι καὶ ἑτέρα τις ἀνδρῶν ἀναδείκνυται πληθύς. Ὥσπερ δὲ τὰ τῶν μο σχευμάτων ἀρτιθαλῆ τε καὶ ἀρτίγονα μόλις τῆς τε κούσης ὑπερτέλλονται γῆς, ταῖς τῶν φυτοκόμων ἐμπειρίαις, καὶ ταῖς τῶν ὑδάτων παροχαῖς εἰς αὔ ξησιν ἐπείγεται· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνοι ἄρτι καὶ μόλις τοῖς τῆς Ἐκκλησίας ῥιζουμένοις κήποις, ὥσπερ τινὰ πηγὴν ὑφ' ἑαυτοὺς τὴν ἐκ τῶν διδασκά λων καλοῦσι τέχνην. Οἷς δὴ καὶ μάλιστα πρέπειν ὑπολαμβάνω, τὴν καλὴν ἐκείνην τοῦ προφήτου φω νὴν ἐπιφθέγξασθαι· "Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι." Ἐρχόμενοι δὲ πόθεν, ἢ καὶ ὅποι καταλύειν μέλλοντες, ἄξιον ἰδεῖν. Ἀλλ' ἔστι παντί τῳ σαφὲς ὡς βαδίζει μὲν διὰ τῆς πίστεως ἐξ ἀμαθίας τὰ ἔθνη πρὸς παίδευσιν· ἐξ ἀβουλίας εἰς εὔφρονα λογισμόν· ἐκ μακρᾶς καὶ συν τρόφου πλάνης, εἰς ἀληθεστέραν περὶ τῶν ὄντων διά ληψιν, εἰς θεογνωσίαν, εἰς εὐλάβειαν, εἰς τὸ βιοῦν ἐξηλλαγμένως, ἢ πρότερον, εἰς ἐλευθερίαν, εἰς ἀνα νέωσιν, καὶ ἁπαξαπλῶς εἰπεῖν, εἰς ἀνθρώπῳ πρέπου σαν ἀρετήν τε καὶ δίαιταν· ἀνθρώπῳ δέ φημι, λο 77.505 γικῷ δηλονότι καὶ κατ' εἰκόνα πεποιημένῳ τοῦ κτί σαντος. Οἱ γὰρ τοῖς τοῦ διαβόλου πανουργεύμασιν ἀνασεσοβημένοι τὸν νοῦν, καὶ πρὸς τὰ τῶν εἰδώλων ἀνεπτοημένοι παίγνια, καὶ τῷ ξύλῳ λέγοντες· "Θεός μου εἶ σὺ," κατὰ τὸν προφήτην· καὶ τῷ λίθῳ· "Σύ με ἐγέννησας·" πάσης μὲν ἂν εἶεν ἀβουλίας εἰκότως ἀνάπλεῳ· καὶ ταύτην ἐφ' ἑαυτοῖς καλοῦσι τὴν ψῆφον παρὰ τῶν, οἷς τὰ δίκαια κρίνειν ἐσπούδασται. Καὶ δοκοῦσιν (ἐρῶ γὰρ ὅπερ ἀληθέστερον εἰπεῖν), ὅσον μὲν εἰς τὴν τοῦ σώματος φύσιν, διασώζειν ἔτι τὸν ἄνθρωπον· καὶ μόνοις τοῖς ἐντεῦθεν χαρακτῆρσι, καὶ σχήμασιν, ὅτι δὴ καὶ ζῶα λογικὰ γεγόνασιν ἐπιγι νώσκεσθαι· τὸ δὲ ὅσον εἰς νοῦν καὶ τὰ ἐν αὐτῷ, ταῖς τῶν ἀλόγων ἀνοίαις ἁμιλλᾶσθαι φιλοτιμότερον. ∆οίη δ' ἄν τις αὐτοὺς κἀν τούτῳ κρατεῖν, εἰ τὰ παρ' αὐτῷ γινόμενα περισκέποιτο. Ἀλλ' ἵνα μὴ δοκοίην δια λοιδορεῖσθαι μᾶλλον αὐτοῖς, ἢ πειρᾶσθαι διελέγχειν, ὡς πολὺ τῶν δεόντων ἀποστατήσαντας, καὶ πρὸς ἐσχάτην ἀποδημίαν ἀποστατήσαντας· αὐτὸν ἤδη παροίσω τὸν ἁπάντων Θεὸν καὶ ∆εσπότην, τοιοῦτόν τι λέγοντα δι' ἑνὸς τῶν προφητῶν· "Ἴδετε ὅτι σπο δὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται." Πλανῶνται γὰρ ὄντως, τὴν μὲν εὐθεῖαν, ἵν' οὕτως εἴπω, τῆς θεογνωσίας ἐκβεβηκότες διάληψιν· παρατροπαῖς δέ τισιν ἀνοήτοις, καὶ λογισμῶν ἀπάταις διεστραμμένων εἰς πᾶσαν ἀβουλίαν κατασυρόμενοι, ὡς καὶ τῆς ἀῤῥήτου καὶ πάντα ὑπερκειμένης οὐσίας τὴν δόξαν, ξύλοις καὶ λίθοις ἐπασωτεύεσθαι, καὶ ἀμείνω τῆς ἀνθρώπου ποιεῖσθαι φύσεως τὰ δι' αὐτὴν εἰς τὸ εἶναι παρηγμένα, καὶ δεσπότας ἐπιγράφειν, ὧν αὐτοὶ γε γόνασι κύριοι. Εἶτα τί τοῖς ὀρθῶς ἐξετάζουσι φαί νοιτ' ἂν τῶν τοιούτων παραλογώτερον; δʹ. Ἀλλ' οὐ γάρ με τὸν περὶ τούτων διειληφότα λόγον, λανθάνει πρὸς τοῖς εἰρημένοις κἀκεῖνο· ὡς ἀποφοιτῶσι μέν τινες τῆς οὕτω χαμαιζήλου λατρείας, ὑψηλοτέραν δὲ ὥσπερ ἐπιτηδεύοντες πλάνην, ἐπὶ τὰ τῶν κτισμάτων ἀναφεύγειν οἴονται δεῖν ἐπισημότερα. Καὶ κροτάφοις μὲν γείτονα τὴν ὀφρὺν ἀνασπάσαντες, ἀναπτύοντες δὲ πλατύ τι καὶ μέγα, καὶ γενειάδα μακρὰν τῇ χειρὶ καταξαίνοντες, οὐρανὸν μὲν ἀπο θαυμάζουσι, κύκλῳ πάσης περιτεθεῖσαι τῆς ὑφ' ἡλίῳ λέγοντες, καὶ ὥσπερ ἐν κόλποις ἔχει τὰ σύμ παντα, σκηνῆς τινος δίκην τοῖς ἔσω κειμένοις ἐπι χεόμενον. Εἶτα τὰς ἐν αὐτῷ τῶν ἄστρων περιεργά ζονται θέσεις, καὶ ἡλίου μὲν καὶ σελήνης καταπλάτ τονται δρόμους· πῦρ δὲ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν ὡς ἀρχὰς τῶν ὄντων εἰσφέρουσι, καὶ ῥίζαν εὑ ρῆσθαι τοῖς γενητοῖς τὴν τῶν στοιχείων μυθολογοῦσι σύνοδον. Εἶτα δέον αὐτοὺς τὸν τῶν εἰρημένων τα ξίαρχόν τε καὶ ἡγεμόνα ζητεῖν, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς ἐπὶ τὸν τοῦ κάλλους αὐτῶν δοτῆρα Θεὸν ἀνατρέχειν, ὅλον τοῖς ποιήμασι τὸ θαῦμα χαρίζονται· καὶ πῶς ἂν, εἶπέ μοι, μειζόνως ἐσφά λησαν, ἢ πῶς ἄν τις ἀβουλότερον τὴν τῶν ὄντων κατ εσκέψατο φύσιν; Καίτοι