Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ. Καὶ πάλιν, εἴ τις θελήσει τὰ τῆς ἀνθρωπότητος ῥήματά τε καὶ πράγματα γυμνῷ προσάπτειν τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐνανθρωπήσεως, ἀσεβήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγοντος τοῦ Χριστοῦ· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστι; Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ Υἱοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸ 75.121 δύσφημον παραιτήσεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, ἀλλ' ἐξ ὧν ἐστιν ἐκ Πατρὸς, ὡς Υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς, τὸ λέγειν αὐτὸν ἔσθ' ὅτε καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ' ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατὴρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ Υἱοῦ καὶ Θεοῦ. Ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα· ∆ιὰ τί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ. Ἐξεταστέον ὅλην τοῦ προκειμένου τὴν διάνοιαν· καὶ οὕτω γνωσόμεθα σαφῶς, ὅπερ ἐβούλετο διδάσκειν ὁ Χριστὸς, διὰ τοῦ φάναι· Τί με λέγεις ἀγαθόν; Νομικὸς προσῆλθεν (οὔτω γὰρ γέγραπται), τὸ ὅπως σωθήσεται μανθάνειν ἐπιζητῶν. Εἶτα προτείνει διδάσκαλον αὐτὸν καὶ ἀγαθὸν προειρηκὼς τὸ, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Πρὸς ταῦτα Χριστός· Τί με λέγεις, φησὶν, ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἀλλ' οὐκ ἐνεγκὼν τῆς ἐντολῆς τὸ βάρος, καὶ ἀτονήσας περὶ τὴν ἀρετὴν, ὀκλάζει περὶ τὸ πρόσταγμα. Ἀπῆλθε γὰρ, φησὶ, λυπούμενος. Ποῖος οὖν ἦν ἐνθάδε θεολογίας καιρός; Τῷ δὲ ἐρωτήσαντι, Τί ἄρα ποιήσας ἔσται καὶ αὐτὸς τοῖς σωζομένοις ἐναρίθμιος; ποῖον ἔχει λόγον, μὴ ὅπερ ἐξῄτησε μαθεῖν ἀποκαλύψαι μᾶλλον, ἀλλ' ἕτερόν τι παρὰ τὸ ἐκείνῳ ποθούμενον εἰπεῖν; Πῶς δὲ οἷόν τε ἦν τὸ ἐνεγκεῖν οὐκ ἰσχύσαντα μιᾶς ἐντολῆς εὐαγγελικῆς φορτίον, τὸ ὑπὲρ πάντα διδάσκεσθαι μυστήριον, οὕτως ἀτονοῦντα περὶ τὴν τῶν ἀγαθῶν ἔφεσιν, ὡς μηδὲ λόγῳ δύνασθαι ταύτην χωρεῖν; Λελύπηται γὰρ, ὡς γέγραπται. Ἐπειδὴ τοίνυν ἄνθρωπον βλέπων ὁ νομικὸς, ὡς ἀνθρώπῳ πρόσεισι, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐρωτᾷ, ἐξελέγχων ὡς ἀμαθῆ, μάλισθ' ὅτι σοφίας ὑπόληψιν ἐπραγματεύετο, διὰ τοῦ δοκεῖν εἰδέναι τὸν νόμον, δυσωπεῖ λέγων· Μόνος ἀγαθὸς κατὰ ἀλήθειαν ὁ Θεός. Τί τοιγαροῦν ὡς ἀνθρώπῳ προσελθὼν, τὸ μόνῳ προσὸν τῷ Θεῷ κατὰ φύσιν, ἐμοὶ περιτίθης, ἀγαθὸν ἀποκαλῶν; Εἷς γάρ ἐστιν ὁ φύσει ἀγαθὸς, Θεὸς δηλαδή. Εἰ μὲν οὖν οἶδάς με, φησὶ, Θεὸν ὄντα, καὶ διὰ τοῦτο ἀγαθὸν, ὅτου δὴ χάριν ὡς ἀνθρώπῳ προσέρχῃ ψιλῷ; Εἰ δὲ οὐ πιστεύεις εἶναί με Θεὸν, ἀλλ' ἄνθρωπον οἴει με ψιλὸν, τί δή ποτε τῷ Θεῷ πρέπον ἀξίωμα μόνῳ προσάπτεις ἀνθρώπῳ; Ἔλεγχος οὖν ἀμαθίας τὸ εἰρημένον ἐστὶν, οὐ θεολογίας ἀξίωσις. ΑΛΛΟ. Εἰ διὰ τὸ λέγεσθαι μόνον εἶναι καὶ ἕνα κατὰ φύ 75.124 σιν ἀγαθὸν τὸν Θεὸν, ἐκβάλλεται τῆς κατὰ τοῦτο ἐμφερείας τε καὶ ὁμοιότητος ὁ Υἱὸς τῆς πρὸς τὸν Πατέρα, φημὶ, καὶ ἔλαττον ἔσται ἀγαθὸς, διά τε τοῦτο οὐχ ὁμοούσιος, φρασάτω τις ἡμῖν τῶν χριστομαχεῖν εἰωθότων, τί ἄρα ποιήσαι ὅταν καὶ ἡμεῖς προθῶμεν αὐτοῖς τούτῳ παραπλήσιον; Λέγει μὲν γάρ που περὶ Θεοῦ καὶ Πατρός τις τῶν ἁγίων ὅτι ὁ Θεὸς φῶς ἐστι· λέγει δὲ καὶ περὶ τοῦ Υἱοῦ, ὅτι καὶ ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἰδοὺ φῶς ὁ Πατὴρ, φῶς καὶ ὁ Υἱός. Μόνῳ δὲ τῷ Υἱῷ πρόσκειται τὸ ἀληθινόν. Ἐκβληθήσεται ἄρα τοῦ εἶναι κατὰ ἀλήθειαν φῶς ὁ Πατὴρ, ἐπειδὴ μόνῳ τοῦτο περιτέθεικε τῷ Υἱῷ ἡ τοῦ Ἰωάννου φωνή. Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μανίας ἐλάσαι ποτὲ, ὡς τοῦτο παραδέξασθαι τὸ δυσσέβημα. Εἰ τοίνυν κατὰ ἀλήθειαν ὄντος τε καὶ καλουμένου φωτὸς μόνου τοῦ Υἱοῦ, φῶς κατὰ ἀλήθειάν ἐστι καὶ ὁ Πατὴρ, καὶ ἀγαθοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἐπ' αὐτοῦ κεῖται τὸ μόνος, ἔσται κατὰ φύσιν ἀγαθὸς καὶ ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὅπου δὲ φύσεως ταυτότης, ἐκεῖ πάντως ἔσται καὶ τὸ ὁμοούσιον.