Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας ἀνενδεεῖς καταστήσειν ἐπαγγέλλεται, περί τε ἱερέων καὶ ὁσίων βουλὴν πεποίηται σῴζεσθαί τε αὐτοὺς καὶ τοῖς ὕμνοις τοῖς ἱεροῖς προσεδρεύειν. τούτων δὲ ἁπάντων ἤδη διεφθαρμένων καὶ μήτε τῶν τῆς γῆς ἀγαθῶν ἀπολαύειν δυναμένου τοῦ ἔθνους διὰ τὸ Ῥωμαίων ἐξουσίᾳ περιπεσεῖν τῆς τε ἱερατείας διαπιπτούσης καὶ τῆς εὐφροσύνης τῆς ἐν τῷ ναῷ διαλελυμένης ἁπάσης, ἡ μεγάλη δύναμις ἀνέτειλεν αὐτόθι τὸ κέρας τοῦ ∆αυὶδ ὃ πᾶσαν ἐχθρῶν κερατίζει δύναμιν, λύχνος εὐπρεπὴς οὐρανίῳ φωτὶ καταλάμπων τῷ ∆αυὶδ καὶ τῷ ἐκείνου γένει ὃς καὶ αὐτόθι ἀρξάμενος ἐπὶ πάντα κόσμον ἐκπέμπει τὴν λαμπηδόνα καθά φησιν ὁ προφήτης Συμεὼν Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

264 Ps 132,3 Καὶ θείου μὲν πράγματος ἦν παραβολὴ καὶ ἡ τοῦ μύρου,

ἐπιφανέστερον δὲ τὸ ἐκ θεοῦ κατὰ τὴν τῆς δρόσου παραβολὴν γίνεται τὴν ἐξ οὐρανοῦ κατιοῦσαν ἐπὶ τὰ ὄρη. οὐράνιον γὰρ τὸ δῶρον καὶ τὸ ἀγαθόν, οὐκ ἀνθρώπειον οὐδὲ χωρὶς τῆς ἄνωθεν δωρεᾶς ἐν ἀνθρώποις φαινόμενον.

265 Ps 133,1.2 Προσημαίνει τὸ τῶν ὕμνων ἔργον ἐσόμενον κατὰ τὴν

ἐπισύνοδον ἁπάντων ἁγίων, ὡς μήτε ἡμέρας μήτε νυκτὸς διαλιπεῖν ἅτε μηδὲ τοῦ ὕπνου νικῶντος ἐν τῇ τότε δυνάμει τῶν ἀφθάρτων καὶ ἀκαμάτων σωμάτων.

266 Ps 134,1.2 Ὕμνοι μὲν τέλος τῶν ἀγαθῶν, ὕμνων δὲ ὑπόθεσις τὰ ἔργα τοῦ

θεοῦ καὶ δῶρα καὶ εὐεργετήματα. οἱ δὲ ὑμνοῦντες οὐχ οἱ ξένοι καὶ μακρὰν ἑστῶτες ἀλλ' οἱ πρόσεδροι καὶ παραμένοντες, ὥσπερ καὶ κατέστησεν ἐπὶ τούτῳ μενοῦντας τοὺς ὑμνῳδοὺς ὁ ∆αυίδ. 267 Ps 134,3.4 Εἴποι δ' ἄν τις εὐεργεσίαν εἶναι μεγάλην καὶ κεφάλαιον ἁπάντων εὐεργετημάτων παρὰ θεοῦ τὸ προσοικειώσασθαι ἀνθρώπους, καθάπερ τὸν Ἑβραίων προσῳκειώσατο λαὸν καὶ ἐξαίρετον ἑαυτῷ παρὰ πάντα τὰ ἔθνη τότε κατέστησε περισσόν τι καὶ ὑπερέχον θέμενος αὐτούς, καθὸ καὶ ἴδιος αὐτοῦ θεὸς ἐν οἰκειότητι ὁ πάντων θεὸς ἐν δημιουργίᾳ. 268 Ps 134,6.7 Τῶν περὶ τὸν Ἰσραὴλ παραδόξως γενομένων μνημονεύων τῶν οὐ φύσει τῇ κατ' ἀρχὴν ἐκφανείσῃ πραχθέντων ἀλλὰ θελήματι τῷ ὑπὲρ φύσιν (τοῦτο μὲν οὐρανίων οἷον πυρὸς καὶ χαλάζης καὶ σκότους, τοῦτο δὲ ἐπιγείων οἷον δὴ βάτραχοι καὶ ἀκρίδες καὶ σκνῖπες καὶ ἡ κατὰ πρωτοτόκων τιμωρὸς ἐνέργεια, τοῦτο δὲ τῶν ἐν θαλάσσῃ καὶ βυθῷ πεπραγμένων οἷα τὰ κατὰ τὴν ἐρυθράν), ἐπαναφέρει πρὸς τὴν δημιουργικὴν ἐξουσίαν, συνάπτων ταῦτα ἐκείνοις ὡς ἐκ τῆς αὐτῆς γεγονότα δυνάμεως φάσκων ὅτι καὶ καθάπαξ αὐτός ἐστιν ὁ νεφέλας μετεωρίζων ἀπ' ἄκρων γῆς καὶ ἀστραπὰς ἐκφαίνων ὑετῶν προοίμια καὶ ἀνέμους ἐξ ἀοράτου τῆς ἀρχῆς ἐπιπέμπων· οὐ πρότερον γινωσκομένων ἔνθα εἰσὶ πρὶν ἢ καὶ πνεύσωσι· θεοῦ δὲ θησαυρὸν τὸ τῆς τῶν ἀνέμων γενέσεως ἀθεώρητον καὶ ἄγνωστον εἶναι λέγει, συνεχῶς ἀποκειμένους νοεῖσθαί που τοὺς ἀνέμους καθάπερ ἐν τοῖς σωμάτων ἔχει θησαυροῖς. 269 Ps 134,13 Οὐχ ὑπὲρ τοῦ Ἰσραὴλ μόνον γεγενημένα τὰ τεράστια σημαίνει ἀλλ' εἰς τὴν διὰ πάσης γῆς καὶ χρόνου παντὸς ἐπίγνωσιν θεοῦ, οὐ μόνον ἕως ἐπράττετο τὰ ἔργα γνωριζομένου τοῦ πράττοντος ἀλλὰ καὶ εἰς ὕστερον διὰ μνήμης. 270 Ps 134,15 Ἄνω μὲν οὖν αὐτοὺς θεοὺς ὠνόμασε κατὰ τὴν τῶν ἐθνῶν συνήθειαν τοὺς οὐ θεούς, νῦν δὲ ἐπ' αἰσχύνῃ τῶν ψευδονύμων θεῶν εἴδωλα ὀνομάζει τῇ τε ὕλῃ διαβάλλων ὅτι ἀργύριον καὶ χρυσίον καὶ τῇ ἐργασίᾳ καθαίρων ὅτι ὑπὸ ἀνθρώπων καὶ τῷ ἀψύχῳ μετὰ τοῦ ματαίου τῶν ψυχῶν ὁμοιώματος διὰ τὸ μὴ ἐνεῖναι πνεῦμα ζωῆς ἐπ' αὐτοῖς· ὅπερ ἅπαντα τοῦ τε σεβάσματος ἔχει τὴν ἐξ ἐμφανοῦς διαβολὴν καὶ τῶν δαιμόνων

37