1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

37

τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρή γορα. Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυ δάμας), ἀλλ' ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρή σεσθαί τι τοῦ καιροῦ ταῦτα ἐπέστειλα. Σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. Συνδιατρίψας δὲ ἡμῖν ἐφ' ὅσου σοι φίλον, οἵπερ ἂν θέλῃς ὑφ' ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.

40.τ ΙΟΥΛΙΑΝΟΣ ΒΑΣΙΛΕΙΩ

40.1 Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον ἐπιδεικνύμενος

μέχρι τοῦ παρόντος ὑπηκόους ἐκομισάμην τοὺς οἰκοῦντας τὴν ὑφ' ἥλιον. Ἰδοὺ γὰρ πᾶν γένος βαρβά ρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κομίζον ἧκεν. Ὁμοίως δὲ καὶ οἱ Σαγάδαρες οἱ περὶ τὸν ∆ανούβιον ἐκτρα φέντες, οἱ εὐμορφοποικιλοκαθαρόμορφοι, οἷς οὐκ ἔστι θέα ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, καὶ αὐτοὶ προκυλιν δοῦνται τοῖς ἴχνεσι τοῖς ἐμοῖς ὑπισχνούμενοί μοι ἐκεῖνα ποιεῖν ἅπερ τῇ ἐμῇ βασιλείᾳ ἁρμόζει. Αὐτὸς δὲ ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας εὐλάβειαν μὲν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προσλαβόμενος πανταχοῦ διαφη μίζειν ἀνάξιόν με τῆς Ῥωμαίων βασιλείας γεγονέναι. Ἦ οὐκ οἶδας; Κῶνστα τοῦ κρατίστου ἀπόγονος τυγχάνω καὶ τούτων λεχθέντων μοι σοῦ ἕνεκα οὐδὲ ἐπὶ τοῦ παρόντος ἐξίσταμαι τῆς πρὸς σὲ διαθέσεως ἧς ἐγώ τε καὶ σὺ ἔτι νέοι ὄντες ἅμα μετεσχήκαμεν τὰ βέλτιστα γράμματα. Καὶ νῦν ἰδοὺ γαληνῷ τῷ φρονήματι θεσπίζω χιλιάδα λιτρῶν χρυσίου ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐπὶ τὸν Περσικὸν μέλλοντι διοδεύειν πόλεμον, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος. Τοῦ οὖν ἐξονομασθέντος χρυσίου ἐξαριθμοκαμπανοτρυ τανίσας ἔκπεμψον δι' οἰκείου σου πιστοῦ δακτυλίῳ τῷ σῷ ἐκσφραγισάμενος, ὥστε, κἂν ὀψέ, ποτε γαληνότερόν σοι γενέσθαι περὶ τὰ ἀπεσταλμένα, ἑτοίμως ἔχοντός μου ἐξανασκαλεῦσαι πᾶσαν τὴν Καίσαρος πόλιν καὶ κατα στρέψαι αὐτῆς τὰ ἐγηγερμένα καλλιεργήματα καὶ κατὰ τόπον ναοὺς καὶ βωμοὺς ἐξαναστῆσαι καὶ πεῖσαι τοὺς ἐν αὐτῇ οἰκοῦντας εἴκειν βασιλεῖ Ῥωμαίων καὶ μὴ ὑπεραί ρεσθαι. Ἃ γὰρ ἀνέγνων κατέγνων.

41.τ ΒΑΣΙΛΕΙΟΣ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ

41.1 Μικρά σου τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς

ἀριστείας ἧς αὐτὸς ἠρίστευσας οὐ καθ' ἡμῶν, ἀλλὰ καθ' ἑαυτοῦ. Ἐγὼ μὲν γὰρ τρόμῳ πολλῷ συν έχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, στεφάνῳ δέ σου κοσμεῖσθαι τὴν ἄτιμον κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἀλλ' ἄτιμον τὴν βασιλείαν καθίστησιν. Καταγελαστότερον δέ σου οὐδεὶς τεθέαται πώποτε, ὥστε σε ἐπανελθόντα καὶ ὑπερμεγέθη γεγονότα, ὅθεν φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο μὴ μόνον τὸ ὑπὲρ πᾶσαν φύσιν φρονεῖν, ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα τιτθίον Ἐκκλησίαν παρυβρίζειν ἐπιχειρεῖν, μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον δέκα σοι ἑκατοντάδας λιτρῶν χρυσίου ἐξαποσταλῆναι παρ' ἡμῶν. Καὶ ἡ ὁλκὴ τοῦ χρυ σίου οὐκ ἐξέπληξέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκε, δακρῦσαι δέ με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ ταχίστῃ σου ἀπωλείᾳ. Ἐντεθύμημαι γὰρ ἐγὼ πῶς ἐγώ τε καὶ σὺ ἀναμεμαθήκαμεν τὰ κάλλιστα γράμματα, κοινῇ δὲ διεξήλθομεν τὰς θεοπνεύστους Γραφάς, καὶ τότε