Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ΑΛΛΟ. Εἰ τὸ κατά τι διαφέρειν τὸν Υἱὸν ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, τὴν αὐτὴν οὐκ ἔχειν αὐτῷ δίδωσιν οὐσίαν, ἀλλ' ἑτερογενῆ καὶ ἔκφυλον ὥσπερ αὐτὸν ἀπεργάζεται, τὸ κατὰ μηδὲν διαφέρειν ὁμοούσιον ἀποδεικνύει. Ὅταν οὖν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Πατρὸς ὅτι φῶς ἐστιν, ἀποκαλῇ δὲ πάλιν φῶς τὸν υἱὸν, οὐδενὸς ὄντος ἐνθάδε τοῦ τὴν ὁμοιότητα διατέμνοντος (κεῖται γὰρ ἐπ' ἀμφοῖν τὸ φῶς τὸ ἀληθινὸν), τί κωλύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρί; ΑΛΛΟ. Εἰ ἑτερούσιός ἐστιν ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα, πῶς ὁ Πατὴρ ἐν αὐτῷ φαίνεται, καὶ αὐτὸς ἐν Πατρί; Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Οὐ γὰρ δή που τὴν ἀνθρώπου μορφὴν ἐν ἵππῳ θεωρήσομεν· οὐδὲ αὖ πάλιν τὴν ἐκείνου κατόψεταί τις ἀνθρωπείᾳ μορφῇ. Τὸ γὰρ ὅμοιον ἐν ὁμοίῳ φαίνεται· τὰ δὲ ἑτεροειδῆ, καὶ τῆς ἀλλήλων φυσικῆς ὁμοιότητος ἀπεσχοινισμένα, οὐκ ἂν ἐν ἀλλήλοις φαίνοιτό ποτε. Φαίνεται δὲ Υἱὸς ἐν Πατρὶ, καὶ Πατὴρ ἐν Υἱῷ. Οὐκ ἄρα, καθ' ὑμᾶς ἑτερούσιος, ἀλλ' ὁμοούσιος, ὡς χαρακτὴρ καὶ εἰκὼν τοῦ πατρός. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ὁ Υἱὸς ὁμοούσιος εἶναι δύναται τῷ Πατρὶ, Θεὸν καὶ αὐτὸν ἔχων; Αὐτοῦ γὰρ φαίνεται φωνή· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· καὶ πάλιν· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Εἰ δὲ Θεὸς αὐτοῦ ἐστι, πῶς ὁμοούσιος; Τὰ γὰρ τῆς αὐτῆς ὄντα φύσεως οὐκ ἂν εἶεν ἐπ' ἄλληλα κατὰ φύσιν θεοί· ὡς οὐδὲ ψυχὴ Θεὸς ἂν ἑτέρᾳ γένοιτο ψυχῇ, οὐδὲ ἄγγελος ἀγγέλῳ. 75.125 Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν ὁ χριστομάχος κτίσμα μὲν, οὐχ Υἱὸν εἰσφέρων τὸν Κύριον, δοῦλον δὲ ἀντὶ ∆εσπότου, καὶ λάτριν ἀντὶ Θεοῦ. Εἰ γὰρ κατὰ φύσιν οἴεται Θεὸν εἶναι τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἄλλοις οἰκονομίαν οὐχ ὁρᾷ, οὔτε ὁμοούσιος ἔσται, οὔτε ∆εσπότης, οὔτε Θεός. Καλῶς γὰρ δὴ τῇδε διϊσχυρίζεται. Ἐκβαλέτω τοιγαροῦν φανερῶς καὶ τῆς θεότητος καὶ κυριότητος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασι συνταττέτω, ἵνα σαφὴς αὐτῶν ἡ δυσφημία γενομένη, πάντας ἀναπείσῃς λέγειν· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. ∆έον γὰρ ἐξετάζειν τὴν κεκρυμμένην τοῦ Λόγου δύναμιν, δυσφημοῦσιν ἀφυλάκτως, οὐκέτι Θεὸν, ἀλλὰ ναὸν Θεοῦ, τὸν Υἱὸν εἰσφέροντες, ὥσπερ ἦν τῶν ἁγίων ἕκαστος, περὶ ὧν φησιν· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Ἔσται τοιγαροῦν κατὰ τὴν ἐκείνων μανίαν εἷς καὶ αὐτὸς τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ θεῶν, πρὸς οὓς εἴρηκεν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ Υἱοὶ ὑψίστου πάντες. Ὧν ὅτι παντελῶς ἀφέστηκε, καὶ φύσεως ὑπεροχῇ μεμέρισται, διδάξει σαφῶς ἐν Εὐαγγελίῳ Χριστὸς, λέγων· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· κάτω λέγων τὴν βασιλευομένην καὶ ὑποκειμένην τὴν φύσιν· ἄνω δὲ πάλιν τὴν βασιλεύουσαν καὶ τοῖς πᾶσιν ἐποχουμένην θεότητα. Ἀληθῶς τοίνυν τοῦ Χριστοῦ λέγοντος ἄνωθεν εἶναι, οὗτος αὐτὸν ἐκ τῶν κάτω φησὶ, φανερῶς τοῦ Υἱοῦ τὴν οὐσίαν συκοφαντῶν. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ἔσται τῷ Πατρὶ ὁμοούσιος ὁ Υἱὸς, αἴτιον αὐτὸν τοῦ εἶναι ἔχων; Ὃ μὴ πρόσεστι τῷ Πατρί. Οὐ γὰρ ἐξ αἰτίου τινὸς, ὅπερ ἂν, ὡς οἶμαι, πᾶς τις οὖν ἀληθὲς εἶναι φήσειεν. Πρὸς τοῦτο λύσις. Πολλὴν ἄν τις εἰκότως ἀμαθίαν καταψηφίσαιτο τῶν τὰ τοιαῦτα τολμώντων λαλεῖν. Υἱὸν γὰρ λέγοντες. οὐχ ὁμοούσιον εἶναί φασιν, οὐκ αἰσθανόμενοι τάχα πρὸς ἣν ἐμβαίνουσιν ἄνοιαν. Εἰ γὰρ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν ἀληθῶς, ἔσται πάντως τῷ γεγεννηκότι κατὰ τὴν οὐσίαν ὁ αὐτός. Εἰ δὲ οὐκ ἔστιν Υἱὸς, καθ' ὑμᾶς, δείξατε γυμνὴν ἑαυτῶν τὴν βλασφημίαν, καὶ λέγετε ποίημα εἶναι, ἵνα μηδὲ ὁμοούσιος ᾖ. Καὶ τότε δειχθήσεσθε πάσαις μαχόμενοι ταῖς θείαις Γραφαῖς. Υἱὸν γὰρ λέγουσι τὸν Υἱὸν, καὶ οὐ ποίημα. ΑΛΛΟ Αἴτιον γεγενῆσθαι τοῦ εἶναι τῷ Υἱῷ τὸν Πατέρα φατὲ, κατὰ τίνα τρόπον, ὦ χριστομάχοι; Εἰ μὲν οὖν ὡς δημιουργόν τινα ποίημα φαντάζεσθε, καὶ οὐχ Υἱὸν, καὶ διαῤῥήδην μάχεσθε τῷ Πατρὶ λέγοντι περὶ τοῦ ἰδίου γεννήματος· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. Εἰ δὲ Υἱὸν ὄντως