ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόματα κρυπτόμενα μέχρι τῆς γραφῆς. 22.2.1 Τοιοῦτός τε ὢν κατὰ τὴν ἐπιστήμην, καὶ πρὸς φιλοσοφίαν ἅπασαν ἔρρωτο, καὶ πρὸς θειασμόν, ὅσος τε ἐξ ἰατρικῆς ἐς ἀνθρώπους ἥκει τῶν καμνόντων ἐς πρόγνωσιν, καὶ ὅσος, ἐκ φιλοσοφίας παράβακχος ὤν, ἐς τοὺς δυναμένους 22.2.2 ὑποδέχεσθαι καὶ σώζειν ἀπολήγει καὶ διασπείρεται. ἔμελε δὲ αὐτῷ καὶ ῥητορικῆς ἀκριβείας, καὶ λόγων ἁπάντων τέχνης· οὐκοῦν οὐδὲ ποιήσεως ἀμύητος ἦν. ἀλλ' ἐτελεύτα μικρόν τι πρὸ τῆς γραφῆς ἐπὶ δύο παισὶν ἀξίοις λόγου τε καὶ μνήμης. 22.2.3 Καὶ Θέων δέ τις ἐν Γαλατίᾳ κατὰ τούτους τοὺς καιροὺς πολλῆς δόξης ἐτύγχανεν. 22.2.4 Ἐπανιτέον δὲ ἐπὶ τοὺς φιλοσόφους πάλιν ὅθεν ἐξέβημεν. ΧΡΥΣΑΝΘΙΟΣ. Ταυτησὶ τῆς γραφῆς αἴτιος ἐγένετο Χρυσάνθιος, τόν τε γράφοντα ταῦτα πεπαιδευκὼς ἐκ παιδός, καὶ διασεσωκὼς εἰς τέλος, ὥσπερ νόμον τινά, τὴν περὶ αὐτὸν 23.1.2 εὔνοιαν. ἀλλ' οὐδέν γε διὰ τοῦτο ῥηθήσεται πρὸς χάριν· ἐκεῖνός τε γὰρ ἀλήθειαν ἐτίμα διαφερόντως καὶ τοῦτο πρῶτον ἐπαίδευεν, ἡμεῖς τε οὐ διαφθεροῦμεν τὴν δοθεῖσαν δωρεάν, πλὴν ἤ πού τι καὶ ὑφήσομεν ἐπὶ τὸ καταδεέστερον ἄγοντες, ἐπειδὴ ταῦτα συνωμολογήσαμεν. 23.1.3 Τῶν μὲν οὖν εἰς βουλὴν τελούντων ἦν ὁ Χρυσάνθιος, καὶ τῶν ἀνὰ τοὺς πρώτους ἐπ' εὐγενείᾳ φερομένων· ἐγεγόνει δὲ αὐτῷ πάππος, Ἰνοκέντιός τις, εἴς τε πλοῦτον ἐλθὼν οὐκ ὀλίγον, καὶ δόξαν ὑπὲρ ἰδιώτην τινὰ λαχών, ὅς γε νομοθετικὴν εἶχε δύναμιν παρὰ τῶν τότε βασιλευόντων 23.1.4 ἐπιτετραμμένος. καὶ βιβλία γε αὐτοῦ διασώζεται τὰ μὲν εἰς τὴν Ῥωμαίων γλῶσσαν, τὰ δὲ εἰς τὴν Ἑλλάδα φέροντα, τό τε ἐξεταστικὸν καὶ βαθὺ τῆς γνώμης ἑρμηνεύοντα, καὶ τὴν περὶ ταῦτα κατάληψιν τοῖς ταῦτα βουλομένοις θαυ23.1.5 μάζειν συνειληφότα. Χρυσάνθιος δὲ αὐτός, νέος ἀπὸ τοῦ πατρὸς ἀπολειφθείς, καὶ φιλοσοφίας ἐρασθεὶς διὰ φύσεως θειότητα, πρός τε τὸ Πέργαμον καὶ τὸν μέγαν Αἰδέσιον 23.1.6 συνέτεινεν· ἀκμάζοντι δὲ πρὸς μετάδοσιν σοφίας διψῶν περιτυχών, χανδόν, ἑαυτὸν ὑποθείς, ἐνεφορεῖτο τῆς τοιαύτης σοφίας <οὐ τῆς συν>τυχούσης, οὔτε πρὸς ἀκρόασιν ἀπαγορεύων τινά, οὔτε εἰς μελέτην ἐλάττων τινὸς φαινόμενος· 23.1.7 καὶ γὰρ ἔτυχεν ἀτρύτου καὶ ἀδαμαντίνου σώματος, ἐς 23.1.8 πᾶσαν ἄσκησιν ὑπουργεῖν εἰωθότος. ὁ δὲ τῶν τε Πλάτωνος καὶ τῶν Ἀριστοτέλους λόγων μετασχὼν ἱκανῶς, καὶ πρὸς πᾶν εἶδος φιλοσοφίας τρέψας τὴν ψυχήν, καὶ πᾶν εἶδος ἀναλεγόμενος, ὡς περὶ τὴν γνῶσιν τῶν ἐν τοῖς λόγοις ὑγίαινεν καὶ ἔρρωτο, καὶ τῇ συνεχεῖ χρήσει πρὸς τὴν χρῆσιν αὐτῶν ἕτοιμος ὑπῆρχεν, καὶ πρὸς ἐπίδειξιν ἐθάρσει τοῦ κατωρθωμένου, τὰ μὲν εἰπεῖν, τὰ δὲ σιωπῆσαι δυνάμενος, καὶ πρὸς τὸ δύνασθαι κρατεῖν, εἴ που βιασθείη, τυγχάνων πομπικώτερος, ἐντεῦθεν ἀφῆκεν αὑτὸν ἐπὶ θεῶν γνῶσιν, καὶ σοφίαν ἧς Πυθαγόρας τε ἐφρόντιζεν καὶ ὅσοι Πυθαγόραν ἐζήλωσαν, Ἀρχύτας τε ὁ παλαιός, καὶ ὁ ἐκ Τυάνων Ἀπολλώνιος, καὶ οἱ προσκυνήσαντες Ἀπολλώνιον, οἵτινες σῶμά 23.1.9 τε ἔδοξαν ἔχειν καὶ εἶναι ἄνθρωποι. καὶ πρὸς ταῦτά γε Χρυσάνθιος εὐθὺς ἀναδραμὼν καὶ πρώτης τινὸς λαβῆς ἐπιδραξάμενος, ταῖς ἀρχαῖς αὐταῖς ἡγεμόσι χρώμενος, εἰς τοσοῦτον ἐκουφίσθη τε καὶ ἀνηγέρθη παρὰ τοῦ τῆς ψυχῆς τελειώματος, ᾗ φησιν ὁ Πλάτων, ὥστε πᾶν μὲν εἶδος αὐτῷ παντοίας παιδείας εἰς ἄκρον ὑπάρχειν, καὶ πᾶσαν κατορθοῦ23.1.10 σθαι πρόγνωσιν. ὁρᾶν γοῦν ἄν τις αὐτὸν ἔφησε τὰ ἐσόμενα μᾶλλον ἢ προλέγειν τὰ μέλλοντα, οὕτως ἅπαντα διήθρει καὶ συνελάμβανε, ὡσανεὶ παρών τε καὶ συνὼν τοῖς θεοῖς. 23.2.1 Χρόνον δὲ ἱκανόν τινα περὶ ταῦτα διατρίψας, καὶ †συναναθλήσας† τῷ Μαξίμῳ πολύ τι, τὸν κοινωνὸν ἀπέλιπεν. ὁ μὲν γὰρ