Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστηρημένος.

271 Ps 135,16-22 Οὐχ ἧττον τοῦ ὑποτάξαι τοὺς πολεμοῦντας αὐτοῖς τὸ δι'

ἐρήμης θρέψαι καὶ ἀνενδεεῖς ὁδηγῆσαι καὶ τὰς τῶν Ἀμορραίων δὲ βασιλέων ἀναιρέσεις ἐλέου θεοῦ δεῖγμα τίθεται χώραν εἰς ἐνοίκησιν ἀγαθὴν παρέχοντος Ἑβραίοις τὴν ἐκείνων. καὶ τοῦτο ἦν τὸ θησαυρίζεσθαι δικαίοις πλοῦτον ἀσεβῶν. οὐδὲ γὰρ αὖ ἑτέρως ἀπώλοντο ἂν μὴ οὐκ εἰς πλήρωσιν ἥκοντες τῶν ἁμαρτιῶν, ὥσπερ θεὸς εἴρηκε πρὸς Ἀβραάμ· καὶ Μωυσῆς γέ φησιν οὐ διὰ τὰς αὐτοῦ δικαιοσύνας τὸν Ἰσραὴλ κεκρατηκέναι τῆς γῆς αὐτῶν ἀλλὰ διὰ τὰς ἐκείνων ἀνομίας καὶ δι' ἀγάπην θεοῦ τὴν πρὸς τοὺς πατέρας, ὥστε κατ' ἐκείνους μὲν δικαίαν εἶναι τὴν ὀλοθρευτικὴν κρίσιν, πρὸς δὲ τούτους φιλανθρώπινον τὴν εὐεργετικὴν δόσιν εἰς δὲ τὴν μετοχὴν τῆς φιλανθρωπίας παρασκευὴν γεγενῆσθαι τὴν τῶν πατέρων εὐσέβειαν. οὕτω γὰρ δικαίως καὶ ἀγαθῶς καὶ ἁρμοζόντως εἰς κόσμον ἐκφαίνεται τὰ παρὰ θεοῦ. 272 Ps 136,1.2 Ἐν ἐρημίᾳ αὐτοὺς ἐσομένους δηλοῖ οἷα δὴ τὰ τῶν αἰχμαλώτων μετὰ τὴν ἐκ τῶν ἰδίων πόλεων μετανάστασιν. τοῦτο γὰρ τὸ Ἐπὶ ταῖς ἰτέαις ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. 273 Ps 136,4 Καὶ κατὰ τὴν πνευματικὴν δὲ λατρείαν ἀλλοτρίαν γῆν ἡγοῦντο τὰς ἀλλοτρίας ψυχὰς καὶ φυλάττεσθαι δὲ ἐν τούτοις ἐκφέρειν τὰ θεῖα καθάπερ εἰς ἀλλότριον ἐξ ἰδίου τόπου μετοικιζόμενα, ὥς φησι τὸ θεῖον στόμα Χριστοῦ Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ μηδὲ βάλλετε τοὺς μαργαρίτας ἔμπροσθε τῶν χοίρων. τοιοῦτος ἦν καὶ ὁ τὰ σημεῖα τοῦ Χριστοῦ θεάσασθαι βουλόμενος Ἡρῴδης, οὐκ ἐπὶ σεβασμῷ τοῦτο ζητῶν ἀλλ' ἐπὶ θέᾳ τερπνῇ, διόπερ οὐδ' ἐτύγχανεν. 274 Ps 136,5 Οὐ χρήσομαι, φησίν, ἑτέρᾳ γῇ καθάπερ σοί, ὦ Ἱερουσαλήμ, οὐδ' ἐν ἴσῳ θήσω τὴν ἀκάθαρτον τῇ καθαρᾷ οὐδὲ τὸ βέβηλον τῷ ἱερῷ παραπλήσιον λογιοῦμαι, ἀλλά μοι καὶ ἐκτὸς ὄντι τῆς σῆς διατριβῆς ὁ σὸς ἐγγίσεται πόθος· καὶ ὁπότε τούτου μετασταίην, μετασταίη μου δύναμις ἅπασα. διά τοι τοῦτο καὶ τὰς εὐχὰς πρὸς τὴν Ἱερουσαλὴμ ἀφορῶντες ἐποιοῦντο καὶ τὸ δυνατὸν τῶν εὐχῶν ἔνθα ἐκομίζοντο κατὰ τὰς Σολόμωνος αἰτήσεις καὶ τὰς θείας ἐπαγγελίας, ὥσπερ ἡμῖν τὴν πρὸς τὴν οὐράνιον Ἱερουσαλὴμ ἀφορᾶν ἀναγκαῖον. 275 Ps 136,6a Οὐδὲ γὰρ τὸ τῶν λόγων ὄργανον ἐρρῶσθαι δίκαιον, ὁπότε μὴ εἰς ἃ δεῖ παραλαμβάνοιτο. διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἀνετίθεσαν φροντίδι λέγοντες Ἄισω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω. τίμιος δὲ καὶ ἡ πόλις αὐτοῖς διὰ τὴν ἐν αὐτῇ καθεστηκυῖαν λατρείαν θεοῦ, ὥσπερ καὶ προείρηται τὸ Ἕνεκα τοῦ οἴκου τοῦ θεοῦ μου ἐξεζήτησα ἀγαθά σοι. 276 Ps 136,6b Τὸ γὰρ ἄκρον καὶ καθαρὸν τῆς εὐφροσύνης ἐν τῷ μεμνῆσθαι τῆς ἱερᾶς πόλεως τίθεται. οὕτω γὰρ καὶ τὰς ἑπομένας εὐφροσύνας ἀγαθὰς εἶναι συμβήσεται, καθὰ ἡμῖν ὁ κύριος τὰς ἱερὰς τροφὰς πρὸ τῶν κοινῶν καὶ σωματικῶν εἰσηγεῖται. 277 Ps 136,8.9 Τὸ δίκαιον εὔχονται κομίσασθαι Βαβυλωνίους ἅπερ δεδράκασι. τοῦτο γὰρ τὸ ὅσιον κρίμα κατὰ τὸ Γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. μακάριον δὴ καὶ τὸν τοῦτο δυνησόμενον ἀποφαίνεται δι' οὗ τὴν δικαίαν κρίσιν ὁ θεὸς ἐκφαίνει καὶ στρέψει κατὰ τῶν διαρπασάντων τὸ διαρπάζεσθαι καὶ κατὰ τῶν ἀνῃρηκότων τὸ ἀναιρεῖσθαι. θεοῦ γὰρ ἡ λειτουργία, μακάριος δὲ ὁ θεῷ λειτουργῶν. προσκεῖσθαι δὲ δεῖ καὶ τὸ μετὰ γνώσεως καὶ τῆς οἰκείας προαιρέσεως, ὥστε οὐ Κῦρον μακαρίζει τὸν Περσῶν βασιλέα Βαβυλωνίων κρατήσαντα ὅτι μηδ' ἔγνω τοῦ χάριν τὴν κατ' ἐκείνων ἰσχὺν ἐλάμβανε μηδὲ τὸν δεδωκότα ταύτην θεὸν (Σὺ γὰρ οὐκ ἔγνως με, φησί) μηδὲ συνῆκε

38