οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
γνώμῃ βαδίζειν ἐφ' ὅπερ ἂν βούλοιτο, τῆς ἐσχάτης ἀνοίας ἔγκλημα φέρει, ὀλί γων, καθάπερ ἤδη προεῖπον, ἐπιμνησθήσομαι. Ταν τάλου τινὸς, καὶ Τιτυοῦ, καὶ Ἰξίονος, καὶ τῆς Σισύ φου ταλαιπωρίας, οἱ παρ' ἐκείνοις μνημονεύουσι λό γοι, καὶ δίκας αὐτοὺς ἀποτιννύειν, καὶ μάλα δικαίως, διισχυρίζονται, ἃς αὐτοὶ, κατὰ τὸ εἰκὸς, ἠβουλήθη σαν. Τάνταλον μὲν γὰρ, λίθου τῇ κεφαλῇ δυσαχθεστά του λίαν ἐπηρτημένου, καὶ φόβῳ κινδύνων ἀεὶ προσ δοκωμένων, κολάζεσθαί φασιν. Εἶτα τὴν αἰτίαν εἴ τις ἔροιτο τοῦ κακοῦ, ὡς ἀκόλαστον ἔσχε γλῶσσαν ἀνα κεκραγότων ἀκούσεται, καὶ νόσον αἰσχίστην ὄνομα γραφόντων τῷ πάθει. Τὸν δέ γε Τιτυὸν τὸν οὕτω καλούμενον, ἐπ' ἐννέα μὲν ὅλοις ἐκτείνουσι πλέθροις· ἀνημένων δὲ ξυνωρίδι γυπῶν τὸ ἧπαρ ἀνακείρεσθαι λέγουσι, καὶ τρόπον ἀκολασίας πρόφασιν αὐτῷ τῆς ἀνηκέστου συμφορᾶς γεγενῆσθαι διισχυρίζονται. Ἰξίονα δὲ καὶ Σίσυφον, τὸν μὲν, ἀειδινήτοις στρο φαῖς, καὶ τροχοῦ περιόδοις ὑπεστρωμένον· τὸν δὲ ἱδρῶτι μακρῷ κολάζεσθαί φασιν· εἶτα καὶ τούτοις, ἵνα δὴ δικαίως φαίνοιντο τιμωρούμενοι, διαφόροις πλημμελημάτων ὑποβάλλουσι γραφαῖς. Ἀλλ' ὥσ περ ὄντως κατὰ τὴν αὐτῶν διάληψίν τε καὶ ἔννοιαν, ταῖς ἐξ εἱμαρμένης ἀνάγκαις ὑποκεῖσθαι νομιοῦμεν τὸν ἄνθρωπον, οὐκ ἂν εἶεν, ὥς γέ μοι δοκεῖ, τῶν ἀρ τίως ὠνομασμένων τὰ ἐφ' οἷς πεπόνθασι πλημμελή ματα, ἀλλὰ τῆς εἰς ταῦτα καλούσης εἱμαρμένης, καὶ διὰ τὸ δύνασθαι τῆς ἑκάστου γνώμης κρατεῖν ὑπὸ χεῖρα πεποιημένης τὴν ἑαυτῆς. Ἢ τοίνυν ἀνείσθω σαν τῶν ἀνηκέστων τιμωριῶν, καὶ τῆς ἀθανάτου τα λαιπωρίας ἐκεῖνοι, κατηγορείσθω δὲ μᾶλλον ἡ πλεον εκτήσασα γένεσις, καὶ ὑποκείσθω τοῖς κολασταῖς, εἴ τινες ἂν εἶεν οἱ τοῦτο ποιεῖν ἐγνωκότες· ἢ εἴπερ τις ἐρεῖ δικαίως ἐκείνους κολάζεσθαι, γυμνὸν ἡμῖν 77.512 ἀνάγκης εἰσκομιζέτω τὸν ἄνθρωπον, καὶ τὴν ἐκ τῆς εἱμαρμένης ἀναιρείτω πλεονεξίας, ἵνα Ταντάλου φαίνηται καὶ Σισύφου τὰ ἐγκλήματα. Εἰ γὰρ οἶδε τῶν ἀτοπωτάτων καὶ παρ' ἡμῖν ὁ τοῦ δικαίου θεσμὸς, μὴ τοὺς ἡμαρτηκότας μᾶλλον, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων εἰσπράττεσθαι δίκας, πῶς οὐκ ἔσται παν τί τῳ συμφανὲς, ὅτι τῶν παρ' ἐκείνοις νενομισμένων θεῶν, οὐδὲν ἂν εἰκότως δοίη τις εἶναι τὸ ἀθλιώτερον, εἴπερ οἱ πάντων διανομεῖς καὶ ταμίαι, πεπιστευμένοι τὸ δύνασθαι κρίνειν οὐκ ἔχουσιν ὀρθῶς. Πῶς δὲ οὐκ ἀμείνους οἱ παρ' ἡμῖν εὐθεῖαν ἐφ' ἑκάστῳ τὴν κρίσιν ἐκφέροντες, καὶ τὸν μὲν δίκαιον ὅτι προσήκει τι μᾶσθαι διεγνωκότες· τοὺς δὲ τοῖς αἰσχίοσιν ἐνόχους ἀναδεδειγμένους, μισεῖν μὲν οἴεσθαι δεῖν λογιζόμενοι· ἐπιτιμῶντες δὲ ἀναλόγως οἷς ἐλεγχθεῖεν παρανομή σαντες; Ἀλλ' ἐκεῖνα μὲν δὴ περὶ τούτων δοκεῖ, ὦ οὗτος, τοῖς σοῖς ποιηταῖς τε καὶ λογάσιν· Ἄκουε δέ τι καὶ τῶν παρ' ἡμῖν λεγόντων σοφῶν. "Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὴν ὁδὸν αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶ ται τῇ καρδίᾳ αὐτοῦ." Ὥστε, εἴπερ ἦν τις ἀφροσύ νης ἐλεύθερος, οὐκ ἂν λελυμασμένην ἔσχε τὴν ὁδὸν, οὐδ' ἂν ὅλως τὴν θείαν κατῃτιάσατο φύσιν, ὡς αὐτὴν ἐπ' ἐκεῖνο καλοῦσαν ὃ καὶ νόμῳ κεκώλυκεν. Οἱ μὲν γὰρ καθηγητὴν καὶ διδάσκαλον, καὶ ὥσπερ ἄριστον δικαστὴν τὸν οἰκεῖον ἑαυτοῖς ἱδρυσάμενοι νοῦν, ἀεὶ μὲν οἷσπερ ἄν τις ἐπιψηφιεῖται τὰ κάλλιστα δια πρέπειν ἐπείγονται· τὰ δὲ, ὅσα τῆς ἀρίστης ἐξοικί ζει βουλῆς τε καὶ πράξεως, σὺν πολλῷ τινι παρ αμείβονται τόνῳ. Οὐκοῦν οὐχ εἱμαρμένη καὶ γένεσις, κατὰ τὸ αὐταῖς δοκοῦν ἑκάστῳ βραβεύουσαι, ἢ τῶν φαύλων ἐργάτην, ἢ τῶν ἀγαθῶν ἐραστὴν ἀποτελοῦσι τὸν ἄνθρωπον· ἀλλ' ἐθελούσιοι πάντες ἐπ' ἄμφω βαδίζουσιν· καὶ ὅποιπερ ἂν ἑκάστῳ δοκῇ, τὰ καθ' ἑαυτὸν ἀπευθύνειν ἐξ ἀνάγκης, τὸ κωλύον οὐδέν. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθεῖναι λοιπὸν, καὶ τῆς Ἑλλήνων ἀπαιδευσίας κατασημαίνειν τὸν γεννήτορα καὶ πόθεν αὐτοῖς εἰς τοῦτο πεσεῖν ἀβουλίας συμβέ βηκεν, ἐρῶ καὶ μάλα προθύμως. εʹ. ∆αίμων ἐκεῖνος ὁ ἀρχέκακος ὁ τῆς ἁμαρτίας πατὴρ, παραβάτην τῆς θείας ἐντολῆς δείξας τὸν ἄνθρωπον· καὶ ὥσπερ τινὰ τῶν δορυκτήτων ὑπὸ χεῖ ρας ἑλὼν, καὶ τύραννος ἐξ ἀπάτης ἐφ' ἡμᾶς ἀναδε δειγμένος, ἐδεδίει τῆς ἐλευθέρας φύσεως τὴν ἐφ' ἅπερ ἦν ἀναδρομήν. Ἤδει γὰρ, ᾔδει τὸν