Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὁμολογεῖτε, καὶ οὕτως εἶναι πιστεύετε, ἀνάγκη πᾶσα μὴ ὡς δημιουρ 75.128 γὸν αἴτιον τοῦ εἶναι τῷ Υἱῷ γεγενῆσθαι λέγειν τὸν Πατέρα, ἀλλ' ὡς γεννήτορα φυσικῶς. Κωλύει δὲ οὐδὲν, μᾶλλον δὲ ἀνάγκη πᾶσα τὸ ἔκ τινος φυσικῶς προελθὸν, ὅμοιον εἶναι κατ' οὐσίαν αὐτοῦ, κἂν αἴτιον αὐτὸ τοῦ εἶναι ἔχοι. ΑΛΛΟ. Εἰ πᾶν ὅπερ ἂν ἐξ αἰτίου τινὸς γένηται, τοῦτο πάντως ἔσται πρὸς αὐτὸ καὶ ἀνομοιούσιον, πῶς ὁ Ἄβελ ἐξ αἰτίου γεννηθεὶς τοῦ Ἀδὰμ, ὅμοιος ἦν αὐτῷ κατ' οὐσίαν; Οὐκοῦν ἀνάγκη πᾶσαν ἁπλῶς γεννητικὴν φύσιν, ὅμοια πάντως αὐτῇ τὰ ἐξ αὐτῆς ἔχειν, κἂν τὸ τίκτον αἴτιον ᾖ φυσικῶς τῷ ἐξ αὐτοῦ τικτομένῳ. ΑΛΛΟ. Εἰ διὰ τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς οὐκ ἔσται τῷ Πατρὶ προσεοικὼς οὐδὲ ὁμοούσιος, ἐπειδήπερ ὁ μὲν Πατὴρ οὐκ ἐξ αἰτίου τινός ἐστιν, ὁ δὲ Υἱὸς αἴτιον αὐτὸν ἔχει, τί κωλύσει λέγειν ὅτι καὶ ὁ Κάϊν οὐκ ἂν εἴη τῷ πατρὶ ὁμοούσιος; Ἐπειδήπερ ὁ μὲν Ἀδὰμ ὑπ' οὐδενὸς ἐγεννήθη· πρῶτος γὰρ ἦν ἄνθρωπος. Ὁ δὲ Κάϊν αἴτιον ἔσχεν αὐτόν· ἐξ αὐτοῦ γὰρ γέγονεν. Εἰ δὲ ψεύσεται πάντως ὁ τοῦτο λέγων (ὁμοούσιος γὰρ τῷ Ἀδὰμ ὁ Κάϊν), ἔσται τῷ Πατρὶ πάντως ὁμοούσιος ὁ Υἱὸς, κἂν αἴτιον αὐτὸν ἔχῃ τοῦ εἶναι, ἐξ αὐτοῦ προελθὼν ἀχρόνως, καὶ ἀϊδίως ὢν σὺν αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Καὶ πῶς ἔσται, φησὶ, τὸ ἀγέννητον τῷ γεννητῷ ὁμοούσιον; Πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. Πρὸς τοῦτο λύσις. Οὐκ ἀνατρέψει τὸ σοφὸν τῶν χριστομάχων πρόβλημα τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπειδήπερ ὁ μὲν Πατὴρ ἀγέννητός ἐστιν, Υἱὸς δὲ γεννητός. Εἰ γὰρ τὸ κατά τι διαφέρειν, πάντως καὶ διάφορον ἐν τοῖς οὖσι τὴν φύσιν ἀπεργάζεται, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ φυσικῆς ὁμοιότητος ἀποτέμνει τὰ γένη· διοριζέτωσαν, φέρε εἰπεῖν, καὶ τὸν Παῦλον ἀπὸ τοῦ Πέτρου κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδήπερ τινὰ μερικὴν ἔχουσι καὶ ὡς ἐν ἀτόμῳ πρὸς ἀλλήλους τὴν διαφορὰν, καθ' ἢν ὁ μὲν ἔστι Πέτρος, ὁ δὲ Παῦλος. Ὁρῶμεν δὲ ὅτι πολλάκις καὶ τὰ καθ' ἕτερόν τινα τρόπον τῆς ἀλλήλων ὁμοιότητος πολὺ διεστηκότα, κοινωνεῖ κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁ μὲν γὰρ μέλας ἄνθρωπος τυχὸν ὡς πρὸς τὸν λευκὸν πολλὴν ἔχει τὴν διαφορὰν, ἀλλ' οὐ τοῦτο τὴν οὐσίαν αὐτοῖς διατέμνει. Εἰ τοίνυν καὶ ἐφ' ἡμῶν αὐτῶν ἡ κατά τι διαφορὰ τὸ εἶναι τῆς αὐτῆς οὐσίας οὐκ ἀνατρέπει, ἧς ἂν εἶεν κἀκεῖνοι πρὸς οὓς ἂν διακρινοίμεθα· τί κωλύει καὶ τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κατὰ τοῦτο διαφέροντα καθ' ὃ μὲν Πατὴρ ἀγέννητός ἐστιν, ὁ δὲ Υἱὸς γεννητός; Μία γὰρ ἐν αὐτοῖς ἡ θεότης, ἐκ Πατρὸς ἀγεννήτου τρέχουσα φυσικῶς ἐπὶ τὸ γέννημα. 75.129 ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Οὐκ ἂν εἴη τέλειος, φησὶ, μὴ πάντως ἀπό τινος ἐκτρέχων ἀρχῆς. Εἰ τοίνυν κατέπαυσεν ὁ Πατὴρ γεννῶν τὸν Υἱὸν, τὸ δὲ καταπαῦσαι τέλος ἐστὶν, ἀρχὴν ἄρα ἔχει τοῦ εἶναι. Πῶς οὖν ὁ τοιοῦτος ὁμοούσιος ἔσται τῷ ἐκ μηδεμιᾶς ἀρχῆς ὄντι Πατρί; Πρὸς τοῦτο λύσις. Εἰ κατέπαυσεν ὁ Πατὴρ, καθ' ὑμᾶς, ὦ χριστομάχοι, γεννῶν τὸν Υἱὸν, καὶ ἀπό τινος ἀρχῆς ἤρξατο (τοῦτο γὰρ ὑμῶν ἡ πρότασις ἔχει), προσγέγονεν ἄρα τῷ Πατρί. Τὸ δὲ προσγεγονὸς καὶ ἀρχὴν ἔχον τοῦ εἶναι, πρόσφατον ἂν εἴη πάντως καὶ ἀναγκαίως. Πῶς δὴ οὖν ἄρα θήσετε τὸν Υἱὸν Θεὸν εἶναι παρὰ τῆς θείας Γραφῆς οὐ συγχωρούμενον, ἂν οὕτως ἔχῃ, καθάπερ ὑμεῖς φατε; Οὐκ ἔσται γὰρ ἐν σοὶ Θεὸς, φησὶ, πρόσφατος. Ἀλλ' οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ' ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συναΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει. ΑΛΛΟ. Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ' ἡμῶν μὲν τέθειται· Κύριον τὸν Θεόν σου προσκυνήσεις, ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυνεῖν τὸν Υἱὸν, κατὰ τὸ, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ' ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας