ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα 23.2.2 ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιος, τοῖς πρώτοις θεωμένοις <χρώμενος> κατὰ μικρὸν ἐκ παραγωγῆς ἐπὶ τὴν κίνησιν τῶν δοθέντων ἐβάδιζεν· εἶτα τυχὸν μὲν ἐνίκα, διαμαρτὼν δέ, τῷ φαινομένῳ τὸ παρὰ τῆς ἀνθρωπίνης βουλῆς 23.2.3 ἐφήρμοζεν. οὕτω γοῦν καὶ ἡνίκα ὁ βασιλεὺς Ἰουλιανὸς ἄμφω μετεκάλει διὰ μιᾶς κλήσεως, καὶ οἱ πεμφθέντες στρατιῶται μετὰ τιμῆς τὴν Θετταλικὴν ἐπῆγον πειθανάγκην, ὡς ἔδοξε κοινώσασθαι τοῖς θεοῖς τὸ ἔργον περιφανῶς, ὡς κἂν ἰδιώτην καὶ βάναυσον διακρῖναι τὰ σημεῖα, τοῦ θεοῦ τὴν ὁδὸν ἀπαγορεύσαντος, ὁ μὲν Μάξιμος ἐνεφύετο τοῖς ἱεροῖς, καὶ ποτνιώμενος ἐπὶ τοῖς δρωμένοις μετ' ὀλοφυρμῶν ἐνέκειτο, τυχεῖν ἑτέρων σημείων ἱκετεύων τοὺς θεοὺς καὶ μετα23.2.4 τεθῆναι τὰ εἱμαρμένα· καὶ πολλά γε ἐπὶ πολλοῖς αὐτῷ διατεινομένῳ καὶ παρακλίνοντι ὡς ἐξηγεῖτο Χρυσάνθιος, ἡ βούλησις τελευτῶντι τὰ φαινόμενα ἔκρινε, καὶ τὸ δοκοῦν 23.2.5 ἐν τοῖς ἱεροῖς ἐφαίνετο, οὐ τὸ φανθὲν ἐδοξάζετο. οὕτως οὖν ὁ μὲν ὥρμησε τὴν ἀρχέκακον ὁδὸν ἐκείνην καὶ ἀποδημίαν, ὁ δὲ Χρυσάνθιος ἔμεινε κατὰ χώραν. καὶ τὰ πρῶτα μὲν ὁ βασιλεὺς ἤλγησεν ἐπὶ τῇ μονῇ, καί πού τι καὶ τῶν ἀληθῶν προσυπενόησεν, ὡς οὐκ ἂν ἠρνήσατο Χρυσάνθιος τὴν κλῆσιν 23.2.6 εἰ μή τι δυσχερὲς ἐνεῖδε τοῖς μέλλουσιν. ἔγραφεν οὖν καὶ πάλιν μετακαλῶν, καὶ οὐ πρὸς αὐτὸν μόνον αἱ παρακλήσεις ἦσαν· ὁ δὲ τὴν γυναῖκα συμπείθειν τὸν ἄνδρα διὰ τῶν γραμμάτων ἐνῆγεν. καὶ πάλιν ἦν πρὸς τὸ θεῖον ἀναφορὰ παρὰ τοῦ Χρυσανθίου, καὶ τὰ παρὰ τῶν θεῶν οὐκ ἔληγεν εἰς ταὐτὸ 23.2.7 συμφερόμενα. ὡς δὲ πολλάκις τοῦτο ἦν καὶ <ἔληγεν ὢν> ὁ μὲν βασιλεὺς ἐπαίτης, ὁ δὲ Χρυσάνθιος τὴν ἀρχιερωσύνην τοῦ παντὸς ἔθνους λαβών, καὶ τὸ μέλλον ἐξεπιστάμενος σαφῶς, οὐ βαρὺς ἦν κατὰ τὴν ἐξουσίαν, οὔτε τοὺς νεὼς ἐγείρων, ὥσπερ ἅπαντες θερμῶς καὶ περικαῶς ἐς ταῦτα συνέθεον, οὔτε λυπῶν τινας τῶν χριστιανῶν περιττῶς· 23.2.8 ἀλλὰ τοσαύτη τις ἦν ἁπλότης τοῦ ἤθους, ὡς κατὰ Λυδίαν μικροῦ καὶ ἔλαθεν ἡ τῶν ἱερῶν ἐπανόρθωσις. ὡς γοῦν ἑτέρωσε τὰ πρῶτα ἐχώρησεν, οὐδὲν ἐδόκει πεπρᾶχθαι νεώτερον, οὐδὲ πολύ τι καὶ ἀθρόον κατὰ μεταβολὴν ἐφαίνετο, ἀλλ' ἐπιεικῶς ἐς ὁμαλότητά τινα καὶ ἀκινησίαν ἅπαντα συνέστρωντο, καὶ μόνος ἐθαυμάζετο, τῶν ἄλλων ἁπάντων ὥσπερ ἐν κλύδωνι κινουμένων, καὶ τῶν μὲν ἐξαπιναίως κατεπτηχότων, τῶν δὲ πρότερον ταπεινῶν ἀνεστηκότων· 23.2.9 ἐθαυμάσθη γοῦν ἐπὶ τούτοις, ὡς οὐ μόνον δεινὸς τὰ μέλλοντα προνοεῖν, ἀλλὰ καὶ τοῖς γνωσθεῖσι χρήσασθαι. 23.3.1 Ἦν δὲ τὸ πᾶν ἦθος τοιοῦτος, ἢ πρὸς τὸν Πλατωνικὸν Σωκράτην ἀναπεφυκώς, ἢ κατά τινα ζῆλον καὶ μίμησιν ἐκ παιδὸς αὐτῷ γενομένην ἐς ἐκεῖνον συνεσχηματισμένος. τό τε γὰρ ἐπιφαινόμενον ἁπλοῦν καὶ ἀφελὲς ἀδιήγητον ἐπεκάθητο τοῖς λόγοις, ἥ τε ἐπὶ τούτοις ἀφροδίτη τῶν ῥημάτων 23.3.2 κατέθελγε τὸν ἀκροώμενον. πᾶσίν τε εὔνους ἦν κατὰ τὴν συνουσίαν, καὶ τῶν ἀπιόντων ἕκαστος, ὅτι φιλοτιμοῖτο 23.3.3 μᾶλλον, ἀπῄει πεπεισμένος. ὥσπερ οὖν τὰ κάλλιστα καὶ γλυκύτερα τῶν μελῶν πρὸς πᾶσαν ἀκοὴν ἡμέρως καὶ πρᾴως καταρρεῖ καὶ διολισθαίνει καὶ μέχρι τῶν ἀλόγων διϊκνούμενα, καθάπερ φασὶ τὸν Ὀρφέα, οὕτω καὶ Χρυσανθίου λόγος πᾶσιν ἦν ἐναρμόνιος, καὶ τοσαύταις διαφοραῖς ἠθῶν ἐνέ23.3.4 πρεπεν καὶ καθηρμόζετο. δυσκίνητος δὲ ἦν περὶ τὰς διαλέξεις καὶ φιλονεικίας, ἐπὶ τούτοις μάλιστα τοὺς ἀνθρώπους 23.3.5 ὑπολαμβάνων ἐκτραχύνεσθαι· οὐδ' ἂν ῥᾳδίως ἤκουσέ τις αὐτοῦ τὴν παιδείαν ἣν εἶχεν ἐπιδεικνυμένου, καὶ διὰ τοῦτο πρὸς τοὺς ἄλλους οἰδοῦντος καὶ διογκυλλομένου, ἀλλὰ τά τε λεγόμενα ὑπ' αὐτῶν ἐθαύμαζεν, εἰ καὶ φαύλως ἐλέγετο, καὶ τὰ δοξαζόμενα κακῶς ἐπῄνει, καθάπερ οὐδὲ τὴν ἀρχὴν ἀκούων, ἀλλὰ ἐς τὸ συμφατικὸν διὰ τὸ μὴ λυπεῖν γεγονώς. 23.3.6 εἰ δέ πού τις, τῶν ἐπὶ σοφίᾳ πρώτων