1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

38

τῆς εὐθείας καινοτομήσωσιν. «Ἀγαθοὶ γὰρ δύο ὑπὲρ τὸν ἕνα», φησὶν ὁ ἐκκλησιαστής· εὐκαταγώνιστος δὲ ὁ εἷς τῷ ἐχθρῷ τῷ κατὰ τὰς θείας ὁδοὺς ἐνεδρεύοντι καὶ ὄντως «οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ», ὅτι οὐκ ἔχει τὸν ἀνορ θοῦντα. Ἤδη γάρ τινες ὁρμῇ μὲν δεξιᾷ πρὸς τὴν τοῦ σεμ νοῦ βίου ἐπιθυμίαν ἐχρήσαντο, ὡς δὲ ὁμοῦ τῷ προελέσθαι καὶ τῆς τελειότητος ἐφαψάμενοι, ἑτέρῳ πτώματι διὰ τοῦ τύφου ὑπεσκελίσθησαν, διά τινος φρενοβλαβείας ἑαυτοὺς ἐξαπατήσαντες ἐκεῖνο ἡγεῖσθαι καλόν, ἐφ' ὅπερ ἂν αὐτῶν ἡ διάνοια ῥέψῃ. Ἐκ τούτων εἰσὶν οἱ παρὰ τῆς Σοφίας ὀνομασθέντες ἀεργοί, οἱ τὰς ὁδοὺς ἑαυτῶν ἀκάνθαις στρώσαντες, οἱ βλάβην ἡγούμενοι τῆς ψυχῆς τὴν περὶ τὰ ἔργα τῶν ἐντολῶν προθυμίαν, οἱ παραγραψάμενοι τὰς ἀποστολικὰς παραινέσεις καὶ μὴ τὸν ἴδιον ἄρτον εὐσχημόνως ἐσθίοντες, ἀλλὰ τῷ ἀλλοτρίῳ προσκεχηνότες τέχνην βίου τὴν ἀργίαν ποιούμενοι· ἐντεῦθεν οἱ ἐνυπνιασταὶ οἱ τὰς ἐκ τῶν ὀνείρων ἀπάτας πιστοτέρας τῶν εὐαγγελικῶν διδαγμάτων ποιούμενοι καὶ ἀποκαλύψεις τὰς φαντασίας προσαγορεύοντες· «ἀπὸ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας» καὶ πάλιν ἄλλοι οἱ τὸ ἄμικτόν τε καὶ θηριῶδες ἀρετὴν νομίζοντες καὶ τὴν τῆς ἀγάπης ἐντολὴν οὐ γνωρί ζοντες οὐδὲ τῆς μακροθυμίας τε καὶ ταπεινοφροσύνης τὸν καρπὸν ἐπιστάμενοι.

23.4 Καὶ τίς ἂν διεξέλθοι πάντα τὰ τοιαῦτα πτώματα, εἰς ὅσα ἐκφέρεται τῷ μὴ θέλειν τοῖς κατὰ θεὸν εὐδοκιμοῦσι προστίθεσθαι; Ἐκ τούτων γὰρ ἔγνωμεν καὶ τοὺς τῷ λιμῷ μέχρι θανάτου ἐγκαρτεροῦντας, ὡς «τοῦ θεοῦ ταῖς τοιαύταις εὐαρεστουμένου θυσίαις», καὶ πάλιν ἄλλους ἐκ διαμέτρου πρὸς τὸ ἐναντίον ἀποστατήσαντας, οἳ μέχρις ὀνόματος τὴν ἀγαμίαν ἐπιτηδεύσαντες οὐδὲν διαφέρουσι τοῦ κοινοῦ βίου, οὐ μόνον τῇ γαστρὶ τὰ πρὸς ἡδονὴν χαριζόμενοι, ἀλλὰ καὶ γυναιξὶ κατὰ τὸ φανερὸν συνοικοῦντες καὶ ἀδελφότητα τὴν τοιαύτην συμβίωσιν ὀνομάζοντες, ὡς δὴ τὴν πρὸς τὸ χεῖρον ὑπόνοιαν ὀνόματι σεμνοτέρῳ περικαλύπτοντες· δι' ὧν καὶ σφόδρα τὸ σεμνὸν τοῦτο καὶ καθαρὸν ἐπιτήδευμα βλασφη μεῖται παρὰ τῶν ἔξωθεν.

23.5 Οὐκοῦν λυσιτελὲς ἂν εἴη μὴ νομοθετεῖν ἑαυτοῖς τοὺς νέους τὴν τοῦ βίου τούτου ὁδόν· οὐ γὰρ ἐπιλέλοιπε τὴν ζωὴν ἡμῶν τὰ τῶν ἀγαθῶν ὑποδείγματα, ἀλλὰ καὶ σφόδρα νῦν, εἴπερ ποτέ, ἡ σεμνότης ἤνθησε καὶ ἐπιχωριάζει τῷ βίῳ ἡμῶν πρὸς τὸ ἀκρότατον ταῖς κατ' ὀλίγον προσθήκαις ἀκριβωθεῖσα, ἧς ἔξεστι μετασχεῖν τὸν τοῖς τοιούτοις ἴχνεσι περιπατοῦντα καὶ τῆς ὀσμῆς τοῦ μύρου τούτου κατόπιν ἑπόμενον «τῆς εὐωδίας τοῦ Χριστοῦ» ἀναπίμπλασθαι. Καθάπερ γὰρ μιᾶς ἐξαφθείσης λαμπάδος εἰς πάντας τοὺς προσεγγίζοντας λύχνους ἡ τῆς φλογὸς διάδοσις γίνεται, οὔτε τοῦ πρώτου φωτὸς ἐλαττουμένου καὶ τοῖς διὰ μετα λήψεως φωτιζομένοις κατὰ τὸ ἴσον προσγινομένου, οὕτω καὶ ἡ τοῦ βίου τούτου σεμνότης ἀπὸ τοῦ κατωρθωκότος αὐτὴν ἐπὶ τοὺς προσεγγίζοντας διαδίδοται· ἀληθὴς γὰρ ὁ προφητικὸς λόγος, «τὸν μετὰ ὁσίου καὶ ἀθῴου καὶ ἐκλε κτοῦ διάγοντα τοιοῦτον γίνεσθαι».

23.6 Εἰ δὲ ζητεῖς τὰ γνωρίσματα, δι' ὧν οὐκ ἔστιν ἁμαρτεῖν τοῦ ἀγαθοῦ ὑποδείγματος, εὔκολος ἡ ὑπογραφή. Ἐὰν ἴδῃς βίον ἀνδρὸς ἐν μέσῳ θανάτου καὶ ζωῆς ἐνδεικνύμενον, μήτε παντελῶς πρὸς τὸν θάνατον τετραμμένον, μήτε ὅλῳ τῷ ποδὶ ἐπὶ τῆς ζωῆς βεβηκότα, ἀλλ' ἐν οἷς μὲν σαρκὸς ζωὴ δοκιμάζεται τοῖς νεκροῖς ἐναρίθμιον, πρὸς δὲ τὰ τῆς ἀρετῆς ἔργα, δι' ὧν οἱ «τῷ πνεύματι ζῶντες» ἐπιγινώσκονται, ἀληθῶς ἔμψυχον καὶ ἐνεργὸν καὶ ἰσχύοντα, πρὸς τοῦτον βλέπε τὸν κανόνα τοῦ βίου· τοῦτον