Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι καὶ τὸν τὰ νήπια αὐτῆς προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά. καὶ γὰρ τῷ ὄντι τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δ' ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη, εἰ ἃ πέπονθε ποιήσειε καὶ ἀνταιχμαλωτίσειε τοὺς Βαβυλωνίους καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ θεοῦ φόβον· εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι ἀλλὰ καὶ συντρίψειε πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων οὐκ ἂν ἁμάρτοις εἰπών, ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς) ἀναιρεῖν πρὸς τὸ μὴ αὐξεῖν μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος.

278 Ps 137,1.2 Ἀπόκειται μὲν τῷ Ἰσραὴλ ἡ τῶν κατ' αὐτὸν πραγμάτων

διόρθωσις, ὡς αἱ προφητεῖαι λέγουσι, προεισέρχεται δὲ ἡ ἐξ ἁπάντων ἐθνῶν ἐκκλησία δευτέραν ἀπολιποῦσα χώραν τοῖς ἀπὸ Ἱερουσαλὴμ ἐπιστραφησομένοις. οὕτω δὴ καὶ ἐν τοῖς προκειμένοις αἰχμαλωσίαν μὲν τοῦ ἔθνους ἀρτίως ἠκούομεν καὶ δέησιν ὑπὲρ τῆς τιμωρίας τῶν αἰχμαλωτισάντων, ἀκολουθεῖ δὲ τὸ νῦν ᾆσμα τὴν τοῦ λόγου τοῦ θεοῦ κατὰ πᾶσαν οἰκουμένην ἐπιφάνειαν ἀπαγγέλλον, ὥσπερ καὶ ἐν Ἡσαΐου τῷ προφήτῃ προαποδυρομένου τοῦ λόγου τὴν Σιὼν ὅτι ἐγενήθη ἔρημος καὶ εἰς κατάραν τὸ ἅγιον εὐθὺς ἡ παρὰ τοῖς ἄλλοις ἔθνεσι γνῶσις τοῦ θεοῦ προαγγέλλεται κατὰ τὸ Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐρωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. τοιαύτην οὖν εἶχε τάξιν καὶ ἡ τούτων σύνθεσις τῶν ᾀσμάτων, μετὰ τὴν ὑπὲρ Ἰσραὴλ δέησιν εὐχαριστίας ἀκολουθήσης καὶ ὕμνων προδηλουμένων καὶ προσκυνήσεων τῶν πρὸς θεόν, ἐπεί τε τῷ ἐλέει αὐτοῦ καὶ τῇ ἀληθείᾳ διὰ τὴν τοῦ λόγου τοῦ θεοῦ ὑπὲρ ἅπαν ὄνομα αὐτοῦ δόξαν (τουτέστι τὸ νῦν ἐπιτετελεσμένον) τὸ δοξάζεσθαι τὸν θεὸν ἐν τῷ τοῦ λόγου ὀνόματι ὡς οὔ ποτε πρότερον ἐδοξάσθη, διότι γῆς μόριον κατεῖχεν ἡ τοῦ θεοῦ λατρεία πρὸ τῆς ἐκφανείας τοῦ λόγου. καὶ ποιητὴς μὲν ἁπάντων ἀνυμνεῖτο καὶ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ κατηγγέλλετο, ταῦτα δὲπάντα μέχρι τοῦ Ἑβραίων ἔθνους εἶχε τὴν γνῶσιν καὶ τὴν τιμήν· ὁπότε δὲ τὸ ζῶν λόγιον αὐτοῦ πέφηνεν ἐξελθὸν παρὰ θεοῦ καὶ εἰς τὸν κόσμον διὰ σώματος ἐκκαλυφθέν, τότε πᾶν ἔθνος καὶ πᾶσα ἡ οἰκουμένη πρὸς τὴν τοῦ θεοῦ λατρείαν συντρέχει καὶ τῷ ὀνόματι τοῦ λόγου δουλεύει καὶ τὸν θεὸν ἐν τῇ τοῦ λόγου παρουσίᾳ δοξάζει, νῦν μὲν ἐν ἔθνεσι τὸ σέβας πεπλεονακὸς κατὰ τὸν ἔλεον, φυλαττόμενον δὲ καὶ τῷ Ἰσραὴλ κατὰ τὴν ἀλήθειαν τὴν τῶν ἐπαγγελιῶν. 279 Ps 137,3 Μεγάλην δηλοῖ τὴν εὐμένειαν καὶ ταχείαν τὴν ὑπακοὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καὶ δυνάμεως ἐπιχορηγίαν εἰς ψυχὰς διδομένην. λέγει γὰρ Χριστὸς Ἐάν τι αἰτήσητε ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ποιήσω· καὶ τοῦ πνεύματος ἐπιχορηγίαν ὁ ἀπόστολός φησιν εἰς τοὺς πιστεύοντας γίνεσθαι. 280 Ps 137,5 Ὑμνείσθω ἡ θεοῦ πρόνοια διότι μέγας θεὸς καὶ τὸ μεγαλεῖον αὐτοῦ διὰ τῆς προνοίας ἐκφαίνεται, καθὰ καὶ διὰ τῶν σεραφὶμ ἀνυμνεῖτο τὴν ἐν τῇ παρούσῃ προνοίᾳ καὶ οἰκονομίᾳ δόξαν θεοῦ βοώντων ἐν τῷ λέγειν Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 281 Ps 137,6 Ὅτι, φησίν, ἀπολαύει τῆς τοῦ θεοῦ δωρεᾶς ἡ ἀνθρωπίνη κτίσις, καὶ ταύτης γε ἡ ἐλάττων καὶ ἀτιμωτέρα πρότερον οὖσα ἐθνικὴ οὐδὲ αὐτὴ νῦν ὑπεροφθεῖσα, διότι θεῷ πάντα ταπεινὰ καὶ τὰ ὑψηλότατα, ὡς καὶ ταῦτα πόρρωθεν γινώσκεσθαι διὰ τὸ μὴ δύνασθαι τῷ ἀνεφίκτῳ ὕψει τοῦ θεοῦ συνεγγίζειν. ἅτε οὖν πάντων ὄντων μικρῶν πρὸς θεόν, οὐδὲν θαυμαστόν, εἰ καὶ ἐπὶ τὰ μικρότατα διήκει

39