39
δίκαιος πλημ μελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.» Τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· «Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ.» Ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψα μένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; Ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; Τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρείαν αὐτοῦ ἐκπεπτωκότος; Ἀλλ' οὐδὲ τὸν μακάριον ∆αβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. Ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολι τευομένου, ὅς, ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ, ὕστερον μικρῷ λήμματι τὸν ∆ιδάσκαλον ἀπεμπο λήσας ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. Τοῦτο οὖν γνωσ τόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλ' ὁ καλῶς ἀποτιθέμενος οὗτος, δόκιμος παρὰ Θεῷ. «Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις», ἵνα «σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. Μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαρρήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφ' ὕψους τῆς ἀσκήσεως πέσῃς. Κρεῖσσον γὰρ ἡ κατ' ὀλίγον προκοπή. Κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. Ἡνίκα δ' ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. Ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. Τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. Πειρασ μοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός, ζημίαις κοσμι καῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς; Εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός. Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος· μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν. ἀλλὰ πρὸς μάθησιν. Μὴ περιεργά ζου βίους κοσμικοὺς ὅθεν οὐδέν σοι προσγίνεται ὄφελος. Φησὶ γάρ· «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων». Ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν ἑτοίμως καθ' ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. Μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρή σεις ἑαυτῷ ὄφελος. Μὴ ἔσο φιλενδείκτης περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. Εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου ὅς, τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου, παρῃτή σατο λέγων· «Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον καὶ ἰαθήσεται ὁ παῖς μου.» Τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· «Ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι», ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία, ἀλλ' ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέ ρωσε τὸν κάμνοντα. Οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως. 42.3 Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. «Ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.» Τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; «Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής.» Εἰ συναπέ θανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα τί