παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων· 23.3.7 οὕτως οὔτε τὰς ἐρωτήσεις, οὔτε τοὺς διορισμούς, οὔτε τὰς μνήμας ὑπέμενον τοῦ ἀνδρός, ἀλλ' ἀνέχαζον, ἔξω λόγου καὶ ἀντιρρήσεως ἑαυτοὺς φυλάττοντες, ὅπως μὴ καταφανεῖς 23.3.8 ἁμαρτάνοντες γίνωνται. καὶ πολλοὶ τῶν μετρίως ἐγνωκότων αὐτόν, διὰ τοῦ βάθους τῆς ψυχῆς οὐκ ἀφιγμένων, κατηγορούντων τε ἀλογίαν, καὶ τὴν πρᾳότητα μόνον ἐπαινούντων, ὡς ᾔσθοντο διαλεγομένου καὶ ἀνελίττοντος ἑαυτὸν εἰς δόγματα καὶ λόγους, ἕτερόν τινα τοῦτον ἐνό23.3.9 μισαν παρ' ὃν ᾔδεισαν· οὕτως ἀλλοιότερός τις ἐν ταῖς λογικαῖς κινήσεσιν ἐφαίνετο, τῆς τε τριχὸς ὑποφριττούσης αὐτῷ, καὶ τῶν ὀφθαλμῶν ἑρμηνευόντων χορεύουσαν ἔνδον 23.3.10 τὴν ψυχὴν περὶ τὰ δόγματα. εἰς μακρὸν δὲ γῆρας ἀφικόμενος, τὸν πάντα διετέλεσε βίον, οὐδενὸς τῶν κατ' ἀνθρώπους ἑτέρου φροντίσας <ἢ> οἰκονομίας τινός, ἢ γεωργίας, ἢ χρημάτων ὅσα δικαίως παραγίνεται. ἀλλὰ πενίαν μὲν ἔφερε ῥᾷον ἢ πλοῦτον ἕτεροι, διαίτῃ δὲ τῇ παραπεσούσῃ προσεκέχρητο, τῶν μὲν ὑείων οὐδέποτε, τῶν ἄλλων κρεῶν ἐλά23.3.11 χιστα γευόμενος, τὸ δὲ θεῖον θεραπεύων συντονώτατα. τῆς <τε> τῶν ἀρχαίων ἀναγνώσεως ἀπρὶξ εἴχετο, καὶ διέφερεν οὐδὲν νεότης τε καὶ γῆρας, ἀλλ' ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη, τοσαῦτα ἔγραφεν αὐτοχειρίᾳ, ὅσα μόλις ἀναγινώ23.3.12 σκουσι νεάζοντες ἕτεροι. τῶν γοῦν γραφόντων τὰ ἄκρα δακτύλων ὑπὸ τῆς ἀλήκτου μελέτης καὶ χρήσεως ἐνεκέκαμπτο. ἀναστὰς δὲ ἀπὸ τῆς ἀσκήσεως, ταῖς τε δημοσίαις προόδοις ἐτέρπετο, καὶ τόν τε ταῦτα γράφοντα παραλαβών, μακροὺς 23.3.13 μὲν τοὺς περιπάτους, σχολαίους δὲ ἀπέτεινεν· ἔλαθέ τε ἄν τις περιαλγὴς τοὺς πόδας γενόμενος, οὕτως ὑπὸ τῶν διηγημάτων κατεθέλγετο. λουτροῖς δὲ ἐλάχιστα ἐκέχρητο, καὶ 23.3.14 ὅμως ἐῴκει διὰ παντὸς ἄρτι λελουμένῳ. πρὸς δὲ τὰς τῶν ἀρχόντων συντυχίας τὸ ὑπερφυὲς οὐκ ἦν δι' ἀλαζονείαν συνιδεῖν ἢ τύφον γινόμενον, ἀλλ' ἁπλότητα ἄν τις ὑπέλαβεν ἀγνοοῦντος ἀνδρὸς ὅ τι ἐστὶν ἐξουσία· οὕτω διελέγετο κοι23.3.15 νῶς αὐτοῖς καὶ ἐπιδεξίως. τὸν δὲ ταῦτα γράφοντα ἐκπαιδεύσας νέον ἔτι ὄντα, ἡνίκα ἐπανῆλθεν Ἀθήνηθεν, οὐκ ἔλαττον ἠγάπα, ἀλλὰ καὶ προσετίθει καθ' ἡμέραν τῷ διαφέροντι τῆς εὐνοίας, εἰς τοῦτο ἐκνικήσας, ὥστε τὰ ἑωθινὰ μὲν ὁ συγγραφεὺς ἐπὶ ῥητορικοῖς λόγοις ἑτέροις συνῆν, καὶ τοὺς δεομένους ἐπαίδευεν, μικρὸν δὲ ὑπὲρ μεσημβρίας ἐπαιδεύετο, παρὰ τὸν ἐξ ἀρχῆς ἰὼν διδάσκαλον, τοὺς θειοτέρους καὶ 23.3.16 φιλοσόφους τῶν λόγων· ἡνίκα οὔτε ὁ παιδεύων ἔκαμνεν ἐρῶντι συνών, τῷ τε ἐκδεχομένῳ τὰ μαθήματα τὸ ἔργον ἦν πανήγυρις. 23.4.1 Τοῦ δὲ τῶν χριστιανῶν ἐκνικῶντος ἔργου καὶ κατέχοντος ἅπαντα, διὰ μακροῦ τις ἀπὸ τῆς Ῥώμης εἰσεφοίτησεν ἄρχων τῆς Ἀσίας (Ἰοῦστος ὠνομάζετο), πρεσβύτης μὲν ἤδη κατὰ τὴν ἡλικίαν, γενναῖος καὶ ἄλλως τὸ ἦθος, καὶ τῆς ἀρχαίας καὶ πατρίου πολιτείας οὐκ ἀπηλλαγμένος, ἀλλὰ τὸν εὐδαίμονα καὶ μακάριον ἐκεῖνον ἐζηλωκὼς τρόπον, πρός τε ἱεροῖς ἦν ἀεί, καὶ μαντείας ἐξεκρέματο πάσης, μέγα 23.4.2 φρονῶν ὅτι τούτων ἐπεθύμησέν τε καὶ κατώρθωσεν. οὗτος εἰς τὴν Ἀσίαν διαβὰς ἐκ τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἡγεμόνα τοῦ ἔθνους καταλαβὼν (Ἱλάριος ἐκεῖνος ἐκαλεῖτο) συγκορυβαντιῶντα πρὸς τὴν ἐπιθυμίαν, βωμούς τε ἀνέστησεν αὐτοσχεδίους ἐν Σάρδεσιν (οὐ γὰρ ἦσαν αὐτόθι), καὶ τοῖς ἴχνεσι τῶν ἱερῶν, εἴπου τι ἴχνος εὑρέθη, χεῖρα ἐπέβαλεν, 23.4.3 ἀνορθῶσαι βουλόμενος. δημοσίᾳ τε θύσας, ἔπεμπε καὶ συνεκάλει τοὺς πανταχόθεν ἐπὶ παιδείᾳ δόξαν ἔχοντας. οἱ δὲ παρῆσαν θᾶττον ἢ κληθῆναι, τόν τε ἄνδρα θαυμάζοντες, καὶ καιρὸν τῆς σφῶν αὐτῶν ἐπιδείξεως ἡγούμενοι, τινὲς δὲ αὐτῶν ἐπὶ τῇ κολακεία θαρσοῦντες ὥσπερ παιδείᾳ, καὶ διὰ ταύτης ἐλπίζοντες ἢ τιμὴν ἢ δοξαρίδιον ἢ ἀργύριον ἀπο23.4.4 κερδαίνειν. ἱερουργίας οὖν δημοσίᾳ προτεθείσης,