39
τέθεικε σκοπὸν ὁ θεὸς τῇ ἡμετέρᾳ ζωῇ. Ὄψει δὲ οὐχ ἕνα μόνον, ἀλλὰ χορὸν ἁγίων ὑπὸ καθηγεμόνι τῷ κορυφαίῳ ταττόμενον, τοὺς μίμησιν τοῦ κατωρθωκότος ποιουμένους. Ἐν οἷς πολλοὶ ταῖς ἡλικίαις νεάζοντες ἐν τῷ καθαρῷ τῆς σωφροσύνης ἐπολιώθησαν, φθάσαντες τῷ λογισμῷ τὸ γῆρας καὶ τρόπῳ τὸν χρόνον ὑπερβαλλόμενοι, οἳ τὸν τῆς σοφίας ἔρωτα σφοδρότερον καὶ βιαιότερον τῶν σωματικῶν ἡδονῶν ἐπεδείξαντο, οὐχ ὅτι φύσεως ἑτέρως εἶχον-ἐν ἅπασι γὰρ «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος»-, ἀλλ' ἐπειδὴ καλῶς ἤκουσαν τοῦ εἰπόντος, ὅτι ἡ σωφροσύνη «ξύλον ἐστὶ ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς». Ἐπὶ τούτου τοῦ ξύλου τὸν τῆς νεότητος κλύδωνα ὥσπερ ἐπὶ σχεδίας τινὸς διαπλεύσαντες εἰς τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ καθωρμίσθησαν, καὶ νῦν ἐν εὐδίᾳ καὶ γαλήνῃ τὴν ψυχὴν ἀκύμαντον ἔχουσι, μακαριστοὶ τῆς εὐπλοΐας, οἳ τὸ καθ' ἑαυτοὺς ἐπὶ τῆς ἀγαθῆς ἐλπίδος ὥσπερ ἐπί τινος ἀσφαλοῦς ἐβεβαίωσαν ἀγκύρας, οἳ πόρρω τῆς τῶν κυμάτων ταραχῆς ἀτρεμοῦσι, καθάπερ πυρσούς τινας ἀπὸ ὑψηλῆς φρυκτωρίας τὴν τῶν ἰδίων βίων λαμπρότητα τοῖς ἑπομένοις προέθηκαν. Οὐκοῦν ἔχομεν πρὸς ὃν ἀποβλέψαντες ἀσφαλῶς τὸν κλύδωνα τῶν πειρασμῶν διαπλεύσωμεν.
23.7 Τί μοι πολυπραγμονεῖς, εἴ τινες τῶν ταῦτα διανοη θέντων ἡττήθησαν, καὶ διὰ τοῦτο ἀπογινώσκεις ὡς ἀμη χάνου τοῦ πράγματος; Πρὸς τὸν κατωρθωκότα βλέπε, καὶ θαρρῶν κατατόλμησον τῆς ἀγαθῆς ναυτιλίας τῇ ἐπι-πνοίᾳ τοῦ ἁγίου πνεύματος ὑπὸ κυβερνήτῃ τῷ Χριστῷ εὐθυνόμενος. Οὐδὲ γὰρ «οἱ καταβαίνοντες εἰς τὴν θάλασ σαν ἐν πλοίοις καὶ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς» τὸ συμβάν τινι ναυάγιον κώλυμα τῶν ἐλπίδων πεποίηνται, ἀλλὰ τὴν ἀγαθὴν ἐλπίδα ἑαυτῶν προβαλλόμενοι ἐπὶ τὸ πέρας τοῦ κατορθώματος σπεύδουσιν. Ἦ οὐχὶ πάντων ἀτοπώτατον ἂν εἴη τὸ μὲν σφαλῆναί τινα ἐν τῷ διηκριβωμένῳ βίῳ πονηρὸν τίθεσθαι, ὅλον δὲ τὸν βίον καταγηρῶντας ἐν σφάλμασιν ἄμεινον ἡγεῖσθαι βουλεύεσθαι; Εἰ γὰρ δεινόν ἐστιν ἅπαξ προσεγγίσαι τῇ ἁμαρτίᾳ, καὶ διὰ τοῦτο ἀσφαλὲς εἶναι νομίζεις τὸ μηδὲ ἐγχειρεῖν τῷ ὑψηλοτέρῳ σκοπῷ, πόσῳ χαλεπώτερόν ἐστιν ἐπιτήδευμα βίου τὴν ἁμαρτίαν ποιή-σασθαι καὶ διὰ τοῦτο ἀμέτοχον καθόλου τῆς καθαρωτέρας διαμεῖναι ζωῆς; Πῶς ἀκούεις τοῦ ἐσταυρωμένου, ὁ ζῶν, τοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, ὁ κατ' αὐτὴν ὑγιαίνων, τοῦ κελεύοντος τὴν ἀκολούθησιν ὀπίσω αὐτοῦ, ὥσπερ τι τρόπαιον κατὰ τοῦ ἀντικειμένου τὸν σταυρὸν ἐπὶ τοῦ σώματος φέροντος, ὁ μὴ σταυρούμενος τῷ κόσμῳ καὶ τὴν νέκρωσιν τῆς σαρκὸς μὴ δεχόμενος; Πῶς πείθῃ τῷ παρακαλοῦντί σε Παύλῳ «παραστῆσαι τὸ σῶμά σου θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ», «ὁ συσχηματιζόμενος τῷ αἰῶνι τούτῳ καὶ μὴ μεταμορφούμενος τῇ ἀνακαινώσει τοῦ νοός σου» μηδὲ «περιπατῶν ἐν τῇ καινότητι τῆς ζωῆς ταύτης», ἀλλ' ἔτι τὴν ἀκολουθίαν τῆς τοῦ παλαιοῦ ἀνθρώπου ζωῆς περιέ-πων; Πῶς ἱερατεύεις θεῷ καίτοι εἰς αὐτὸ τοῦτο χρισθείς, εἰς τὸ προσφέρειν δῶρον τῷ θεῷ, δῶρον δὲ οὐκ ἀλλότριόν τι πάντως οὐδὲ ὑποβολιμαῖον ἐκ τῶν ἔξωθέν σοι παρεπο- μένων, ἀλλὰ τὸ ἀληθῶς σόν, ὅπερ ἐστὶν ὁ ἔσω σου ἄνθρω-πος, τέλειός τε καὶ ἄμωμος εἶναι ὀφείλων κατὰ τὸν περὶ τοῦ ἀμνοῦ νόμον, πάσης κηλίδος τε καὶ λώβης ἀπηλλαγ-μένος; Πῶς οὖν ταῦτα προσοίσεις θεῷ, ὁ μὴ ἀκούων τοῦ νόμου τοῦ κωλύοντος ἱερᾶσθαι τὸν ἄναγνον; Εἰ δὲ καὶ τὸν θεὸν ἐπιφανῆναί σοι ποθεῖς, τί οὐκ ἀκούεις τοῦ Μωϋσέως καθαρεύειν ἀπὸ γάμου τῷ λαῷ παραγγέλλοντος, ἵνα χω-ρήσωσι τοῦ θεοῦ τὴν ἐμφάνειαν; Εἰ δὲ μικρά σοι ταῦτα δοκεῖ, τὸ «συσταυρωθῆναι Χριστῷ», τὸ «παραστῆσαι ἑαυτὸν θυσίαν τῷ θεῷ», τὸ «ἱερέα γενέσθαι τοῦ θεοῦ τοῦ ὑψίστου», τὸ τῆς μεγάλης τοῦ θεοῦ ἐπιφανείας ἀξιωθῆναι, τί σοι τούτων ἐπινοήσωμεν ὑψηλότερον, εἴ πού σοι