Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τὸ τοῦ Ἰσραὴλ μέρος θλίψεσι μὲν ἐναποληφθέν, ἐπισκευασθησόμενον δὲ εἰς σωτηρίαν· δι' οὗ σοι πολέμιοι πλήσσονται πρὸς θεοῦ, αὐτοὶ δὲ σωτηρίας τῆς παρὰ θεοῦ τεύξονται. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ· ἀνταποδώσει γὰρ ὑπὲρ ἠδικημένου τοῦ ἔθνους ὥστε αὐτοὺς ἐκ τῶν βιαζομένων χειρῶν ἐξελέσθαι. 283 Ps 137,8c Εἰ καὶ καρπούς, φησίν, ἀξίους τῆς σῆς ἀγάπης οὐ παρεχόμεθα, ἀλλ' ὅτι γέ ἐσμεν ἔργα σά, μὴ παροφθῆναι ἀξιοῦμεν.

284 Ps 138,5 Ἐνταῦθα δὲ φαίνεται καὶ ψυχὴν καὶ σῶμα εἰς ἓν τιθεὶς καὶ ὑπὸ

μίαν πλάσιν ἑκάτερα τάττων, ὅτι δὴ τῶν ψυχικῶν ἰδιωμάτων τὴν γνῶσιν ἀπὸ τῆς διαπλάσεως ἔχειν φησὶ τὸν θεόν, καθὰ καὶ ἕτερος εἴρηκεν Ὁ πλάσας πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. οὐ γὰρ ἐν διαστάσει τὸ ποίημα, ἀλλ' εἰ καὶ καλλίων ἡ τῆς ψυχῆς ποίησις παρὰ τὴν τοῦ σώματος, οὐχ οἱονεὶ χειροποιητὸς οὖσα κατὰ τὴν τῆς ὕλης μόρφωσιν ἀλλ' ἐμπνευστὴ κατὰ τὴν ἐκ θείας δυνάμεως ὑπόστασιν. ὅλως γοῦν εἰς ἓν ἑκάτερα συντελεῖ, καθὰ καὶ ὀνόματος ἑνὸς κοινωνεῖ ποτε μὲν ψυχὴ τὸ συναμφότερον, ποτὲ δὲ σὰρξ ὀνομαζόμενον· καθὰ καὶ εἰκόνα θεοῦ τὸν ἄνδρα λέγων ὁ ἀπόστολος τῆς ἐμπνεύσεως ἕνεκα τῆς εἰς αὐτὸν γεγονυίας παρὰ θεοῦ ἣ μὴ γέγονεν ἐπὶ γυναικός, δῆλός ἐστι συμπεριλαμβάνων τῇ ψυχῇ καὶ τὸ σῶμα καθὸ διακρίνεται τὸ ἄρσεν τοῦ θήλεος. 285 Ps 138,9.10 Οἷον δὴ καὶ ἐπὶ τοῦ Ἰωνᾶ πέφηνεν εἰς θάλασσαν ἀποφυγόντος καὶ ὡς τὴν δύναμιν εὑρόντος τοῦ θεοῦ περί τε τὴν ὑδάτων κίνησιν κλύδωνας ἐγειρόντων καὶ περὶ τὴν τῶν ζῴων φύσιν, κήτους τε αὐτὸν ὑποδεχομένου καὶ μὴ συντρίβοντος, αὐτοῦ τε ἐν κήτει φυλαττομένου καὶ μηδεμίαν φθορὰν ὑπομένοντος. 286 Ps 138,15.16 Αὐτήν, φησί, τὴν ὑπόστασίν μου γινώσκεις, καὶ σὸν ἔργον ἡ τῶν ἐμῶν ὀστῶν σύνθεσις· ἐν ἀποκρύφῳ μητρώας γαστρὸς ὥσπερ εἴσω γῆς διαπεποικιλμένον ἔγνως με καὶ πρὶν ἢ μορφωθῆναι· καὶ γέγραμμαι παρὰ σοὶ καθάπερ ἐν βιβλίῳ, καὶ πᾶς ὅλως ἄνθρωπος ὁ δημιουργούμενος χρόνῳ μεμετρημένῳ ἡμερῶν ποσότησιν· ὃ δὴ καὶ θαυμάσιον τῆς τάξεως καὶ τῆς ἀκριβοῦς συμμετρίας τὸ μηδεμιᾶς ἐνδεούσης ἡμέρας τὴν ζωογονίαν ἀποδίδοσθαι. 287 Ps 138,17.18 Καὶ οὐδὲ βραχεῖς ᾠήθην, φησίν, εἶναι τοὺς δικαίους διὰ τὸ καθ' ἕκαστον καιρὸν ὀλίγους εὑρίσκεσθαι, ἀλλ' εἰς τὸ πᾶν πλῆθος ἀπεῖδον τὸ ἐξ αἰῶνος ὑπάρξαν πολλούς τε εἶδον αὐτοὺς καὶ ἀριθμῷ πλείονας, οὓς ἡ ἀνάστασις ἀθρόους ἐπιδείξει καὶ μάλιστά γε νῦν εἰς πλῆθος αὐξηθέντας ἐπὶ τῆς Χριστοῦ παρουσίας κατὰ τὸ Ἐπλήσθη ἡ γῆ σύμπασα τοῦ γνῶναι τὸν κύριον, καὶ τὸ Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 288 Ps 138,23.24 Τιμίων ὄντων παρὰ σοὶ τῶν δικαίων ἀνδρῶν καὶ εἰς δόξαν αἰωνίαν κειμένων, εἰς ἀπώλειαν δὲ τῶν πονηρῶν, ἱκετεύω καθαρθῆναι πονηρίας ἁπάσης τῇ παρὰ σοῦ καθάρσει, ὃς καὶ ἐν οἷς ἀγνοοῦμεν κακίᾳ περιπίπτοντες καθαίρειν ἡμᾶς δυνατῶς ἔχεις. παντὸς οὖν με κακοῦ, φησί, καθήρας τοῦ πρὸς ὄλεθρον ἄγοντος δι' ἀγαθῶν ἄγοις πράξεων ἐφ' αἷς αἰώνιος ἀποκείσεται ζωή.

289 Ps 139,9 Ἄξιον θεοῦ τὸ λεγόμενον τὸ μὴ δοθῆναι τῇ παρανομίᾳ φρόνημα

μηδ' ἔπαρσιν κατὰ τῆς δικαιοσύνης μηδὲ τὸ πικρὸν καὶ ὀλέθριον αὐτοῖς εἰς πέρας ἐκβῆναι καὶ συγχωρηθῆναι κρατῆσαι τούτων ἐφ' οἷς τὴν πικρίαν ἔχουσιν. ἐπιτυγχάνουσα γὰρ ἀδικία πολὺ χαλεπωτέρα καὶ εἰς βλασφημίαν αὔξεται τὴν κατὰ τοῦ θεοῦ τῆς δικαιοσύνης. 290 Ps 139,11 Καὶ πεσοῦνται πτῶσιν, οὐχ οἵαν οἱ δίκαιοι πίπτοντες καὶ ἀνιστάμενοι ἀλλὰ τὴν ἀνίατον καὶ μηκέτι εἰς ἀνάστασιν ἐρχομένην· οἰχήσονταί τε εἰς ἀφανές, οὐ δυνηθέντες ἐπὶ γῆς ἑδραῖοι γενέσθαι ἀλλ' ἐξωθέντες ἀπ' αὐτῆς ἐν ταῖς φθοροποιαῖς τιμωρίαις.

40