Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
καλεῖται, λεγέσθω ποίημα παρ' ὑμῶν, ἵνα δὴ καὶ σαφέστερον δυσφημοῦντες φαίνησθε. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Ἀετίου. Εἰ ἀμέριστός ἐστι, φησὶ, τὴν οὐσίαν ὁ Θεὸς, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ' ὑπέστη κατ' ἐξουσίαν. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας ἡ ὑποστᾶσα φύσις πρὸς τὴν ὑποστήσασαν αὐτόν; Πρὸς ταῦτα λύσις. Τὸ μέγα τοῦτο καὶ βαθὺ, καθάπερ οἴονται, σόφισμα, τὸ μὴ μερίζεσθαι τοῦ Θεοῦ τὴν οὐσίαν, τῆς αὐτῆς οὐσίας εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, πῶς οὐκ ἐπιτρέψει παρὰ τοῖς ὀρθῶς δοκιμάζειν εἰωθόσι τὰ πράγματα; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ καὶ φιλαίτιοι. Οὐ γὰρ ἐπειδήπερ ἀμέριστός ἐστι τὴν οὐσίαν ὁ Θεὸς, διὰ τοῦτο καὶ τῆς γεννητικῆς δυνάμεως ἔρημος ἔσται, καθ' ὑμᾶς. Καὶ οὐκ ἀπόδειξιν ἔχει τοῦ μὴ δύνασθαι γεννᾷν αὐτὸν, τὸ ἀμέριστον εἶναι κατὰ τὴν οὐσίαν. Εἰ δὲ τιμᾷν οἴονται τὸν Θεὸν, σώζοντες μὲν αὐτῷ τὸ μερίζεσθαι μηδαμῶς, ἀποστεροῦντες δὲ τοῦ δύνασθαι γεννᾷν, ὡς διὰ τοῦτο κατ' ἐξουσίαν ὑποστῆσαι τὸν Υἱὸν, ἀκουέτωσαν ὅτι πολὺ μεῖζον καὶ κάλλιον τῆς κατ' ἐξουσίαν λαμπρότητος τῆς φυσικῆς ἐνεργείας ἡ χάρις. Ἀξιολογώτερον γὰρ τὸ ἀμερίστως οἴεσθαι τὸν Θεὸν γεννᾷν ἐξ αὐτοῦ ἀῤῥήτῳ τινὶ καὶ ἀκαταλήπτῳ τρόπῳ, ἢ διὰ τὸ μὴ μερίζεσθαι, καθ' ὑμᾶς, μηδὲ γεννᾷν ἰσχύειν. ΑΛΛΟ. Εἰ κατ' ἐξουσίαν, ὥς φατε, τὸν Υἱὸν ὑπέστησεν ὁ Πατήρ, περιττῶς καλεῖται καὶ Υἱός. Τὸ γὰρ οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθὸν, πῶς ἂν λέγοιτο καὶ ὁ Υἱός; Τὸ δὲ ἔκ τινος κατὰ φύσιν προελθὸν, ἐπαληθεύουσαν ἔχει καὶ τὴν τοῦ γεννήματος ἐπωνυμίαν. Ἐγεννήθη τοιγαροῦν ὁ Υἱὸς, ὁμοούσιος ἄρα τῷ Πατρί. Καὶ μία γὰρ τοῖς γεννωμένοις πρὸς τὰ γεννῶντα φύσις. ΑΛΛΟ. Εἰ καθάπερ ὑμεῖς οἴεσθε πλανῶντές τε καὶ πλα 75.136 νώμενοι, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προῆλθεν ὁ Υἱὸς, ὑπέστη δὲ ἐξουσιαστικῶς, καὶ ἔστιν αὐτὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, οὔτε σοφὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὔτε μὴν δυνατός. Εἰ δὲ, κατὰ τὴν ἀμαθεστάτην ὑμῶν πρότασιν, ἔξωθεν ὑπέστησε τὸν Υἱὸν, ὅς ἐστιν αὐτοῦ σοφία καὶ δύναμις, ἀλλ' ἔστι κατὰ φύσιν σοφός τε καὶ δυνατὸς, ἀνάγκη πᾶσα καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι λέγειν, εἰ δὲ τοῦτο, καὶ ὁμοούσιος. ΑΛΛΟ. Ἀναγκαῖον ἐρέσθαι τοὺς ὅσοι τὸν Υἱὸν κατ' ἐξουσίαν ὑποστῆναι τὴν τοῦ Πατρὸς, καὶ οὐκ ἐξ αὐτοῦ γεγεννῆσθαί φασι, τί τὸ πεπεικὸς τὸν Πατέρα τὸν Υἱὸν ὑποστῆσαι κατὰ τὸν ὑμῶν ἀμαθῆ λόγον. Ἀναγκαίως ἄρα τοῦτο πεποίηκεν, ἢ χαρίσασθαι τῷ Υἱῷ βουληθεὶς, ὅτι δὴ καὶ αὐτὸν εἰς ὑπόστασιν ἄγοι καθάπερ καὶ ἡμᾶς. Εἰ μὲν οὖν ἀναγκαίως ἀνάγκῃ δώσετε τὸν Θεὸν ὑποκεῖσθαι, εἰ δὲ μὴ τοῦτο, χαρίσασθαι δὲ βουληθέντα τῷ Υἱῷ, ἑαυτῷ χαρισάμενος φανεῖται τὸ εἶναι δημιουργὸς καὶ δυνατὸς καὶ σοφὸς, εἴ γε ἐν Υἱῷ ταῦτά ἐστι. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, φησὶν ἡ Γραφὴ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Καὶ πάλιν, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἀλλὰ μὴν οὐχ ἑαυτῷ ταῦτα χαρίζεσθαί φαμεν τὸν Θεὸν καὶ Πατέρα, ἀλλ' εἶναι φυσικῶς σοφόν τε καὶ δυνατόν. Οὐκ ἐξουσιαστικῶς ἄρα τὸν Υἱὸν ὑπέστησε, καθ' ὑμᾶς, ἀλλὰ τῆς οἰκείας φύσεως ἔχει καρπόν· ἐπειδὴ δὲ τοῦτο, καὶ ὁμοούσιος. Τὸ γὰρ ἐκ Θεοῦ προελθὸν κατὰ φύσιν, οὐκ ἀλλότριον αὐτοῦ. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιος ὁ Υἱός. Εἰ δι' ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοούσιος ἡμῶν ὅτι ἐξ ἡμῶν, ἔστι δὲ μορφὴ Θεοῦ ὁ Υἱὸς, ὁμοούσιος ἄρα ἐκείνῳ, οὗ καὶ ἔστι μορφή; ΑΛΛΟ. Εἰ τῷ καθ' ἡμᾶς φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ ἐστιν ὁμοούσιον, ὁ δὲ Υἱὸς τοῦ ἀϊδίου φωτός ἐστιν ἀπαύγασμα, ὁμοούσιος ἄρα καὶ αὐτὸς τῷ φωτὶ, οὗ καὶ ἔστιν ἀπαύγασμα, τῶν ὑποδειγμάτων κατά τι μέρος τῆς οἰκείας φύσεως εἰς τὸ ὅμοιον παραγομένων. ΑΛΛΟ. Εἰ τὸ ἴσον ἐν νοητοῖς οὐ ποσότητι μετρητὸν, τὸ δ' οὕτως ἴσον, καὶ ὁμότιμον ἐξ ἀνάγκης καὶ ὁμοούσιον, ἔστι δὲ ἴσος καὶ ὁμότιμος τῷ Πατρὶ ὁ Υἱὸς, κατὰ τὰ θεῖα Λόγια, ἐξ ἀνάγκης ἔσται καὶ ὁμοούσιος· τοῦ ἴσου κατὰ τὸ ποσὸν ἐν ἀσωμάτῳ φύσει μὴ θεωρουμένου, ἀλλὰ μᾶλλον ἐν οὐσίας ταυτότητι. ΑΛΛΟ. Εἰ τὰ κατ' ἀλήθειαν, ἀλλ' οὐ θέσει, γεννώμενα, ὁμοούσια τῶν κατ' ἀλήθειαν γεννώντων ὡμολόγηται, ἔστι δὲ τῶν κατ' ἀλήθειαν γεννηθέντων ὁ Υἱὸς ἤπερ 75.137 τῶν κατὰ θέσιν, ὁμοούσιος ἄρα