παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήματι), καὶ τοὺς παρόντας ἀνηρώτα· "τί βούλεται τὸ σχῆμα τοῦ πτώματος;" ἔνθα οἱ μὲν κόλακες παρεφρύγοντο θαυμάζοντες, ὅτι καὶ ἀπὸ σχημάτων ἐστὶ μαντικός, καὶ μόνῳ παρεχώρουν ἐκείνῳ 23.4.5 ταῦτα εἰδέναι· οἱ δὲ σεμνότεροι τὰς ὑπήνας καταψήσαντες ἄκροις τοῖς δακτύλοις, καὶ τὰ πρόσωπα διαστυγνάσαντες, τάς τε κεφαλὰς βαρύ τι καὶ ἠρεμαῖον ἐπισείοντες, παρεθεώ23.4.6 ρουν ἐς τὸ προκείμενον, ἄλλος ἄλλο λέγοντες, ὁ δὲ Ἰοῦστος, ὡς μόλις τὸν γέλωτα ἀνῆκεν, ἐπιστρέψας εἰς τὸν Χρυσάνθιον "σὺ δὲ τί φῄς," ἐβόησεν, "ὦ πρεσβύτατε;" καὶ ὁ Χρυσάνθιος οὐδὲν διαταραχθείς, πάντων ἔφησε καταγινώ23.4.7 σκειν· "ἀλλ' εἴ τι βούλει κἀμέ," ἔφη "περὶ τούτων εἰπεῖν, τίς μὲν ὁ τρόπος τῆς μαντείας, εἴ γε τοὺς μαντικοὺς τρόπους ἐπίστασαι, εἰπὲ τὸ πρότερον, καὶ ποίου τινὸς εἴδους, τίς 23.4.8 δὲ ἡ πεῦσις, καὶ κατὰ τίνα μέθοδον ἐπηρώτηται. καὶ εἰ ταῦτα λέγοις, εἴποιμ' ἂν ὅπῃ τὸ φαινόμενον εἰς τὸ μέλλον φέρει. πρὶν δὲ ταῦτα λέγειν, βάναυσόν ἐστι πρὸς τὴν σὴν ἐρώτησιν, σημαινόντων τὸ μέλλον τῶν θεῶν, ἐμὲ καὶ περὶ τῆς ἐρωτήσεως καὶ τοῦ μέλλοντος λέγειν, συνάπτοντα τῷ 23.4.9 γεγονότι τὸ ἐσόμενον· δύο γὰρ οὕτως ἂν γίνεσθαι τὰς ἐρωτήσεις. περὶ δύο δὲ ἢ πλειόνων οὐδεὶς ἐρωτᾷ κατὰ ταὐτόν· τὸ γὰρ ἐν τοῖς ὡρισμένοις διάφορον ἕνα λόγον οὐκ ἔχει." ἐνταῦθα Ἰοῦστος ἀνέκραγεν ὡς μανθάνων ὅσα μὴ πρότερον ἠπίστατο, καὶ τοῦ λοιποῦ γε οὐκ ἐπαύσατο 23.4.10 συνὼν ἰδίᾳ καὶ τῆς πηγῆς ἀρυόμενος. καὶ εἴ τινες ἕτεροι κατ' ἐκείνους τοὺς χρόνους τῶν ἐπὶ σοφίᾳ περιβοήτων Χρυσανθίῳ κατὰ κλέος ἦλθον εἰς λόγους, πεισθέντες ὅτι 23.4.11 πόρρω τῆς δεινότητος ἐκείνης εἰσίν, ἀπιόντες ᾤχοντο. τοῦτο δὲ καὶ Ἑλλησπόντιος ὁ ἐκ Γαλατίας ἔπαθεν, ἀνὴρ διὰ πάντα ἄριστος, καὶ εἰ μὴ Χρυσάνθιος ἦν, πρῶτος ἁπάντων 23.4.12 φανείς. σοφίας μὲν γὰρ ἐραστὴς οὗτος ὁ ἀνὴρ ἐς τοσόνδε ἐγένετο, ὥστε ἐπῆλθε μικροῦ καὶ τὴν ἀοίκητον, μαστεύων εἴ πού τινι περιτύχοι πλέον εἰδότι· καλῶν δὲ ἔργων καὶ λόγων ἀνάπλεως γενόμενος, καὶ εἰς τὰς παλαιὰς Σάρδεις ἀφίκετο διὰ τὴν Χρυσανθίου συνουσίαν. ἀλλὰ ταῦτα μὲν ὕστερον. 23.5.1 Ἐγένετο δὲ Χρυσανθίῳ καὶ παῖς ἐπώνυμος τῷ κατὰ τὸ Πέργαμον αὐτῷ γενομένῳ διδασκάλῳ (μεμνήμεθα δὲ πρότερον Αἰδεσίου), καὶ ἦν ὁ παῖς ἐκ παιδὸς ἐπτερωμένον τι χρῆμα πρὸς ἅπασαν ἀρετήν, καὶ τῶν ἵππων οὐ μετεῖχε θατέρου, ᾗ φησιν ὁ Πλάτων, οὐδὲ ἔβριθε τὸ κατανοοῦν αὐτῷ, ἀλλὰ πρός τε μαθήματα σφοδρὸς καὶ ἄγαν ὀξὺς γενόμενος, καὶ πρὸς θεῶν θεραπείαν διαρκέστατος, ἐς τοσόνδε διέφευγε τὸ ἀνθρώπινον, ὥστε ἄνθρωπος ὢν ἐκινδύνευεν 23.5.2 ὅλος εἶναι ψυχή. τὸ γοῦν σῶμα ἐν ταῖς κινήσεσιν οὕτως αὐτοῦ κοῦφον ἦν, ὥστε ἦν ἀπίθανον γράφειν, καὶ μάλα 23.5.3 ποιητικῶς, εἰς ὅσον ὕψος ἐφέρετο μετάρσιος. ἡ δὲ πρὸς τὸ θεῖον οἰκειότης οὕτως ἦν ἀπραγμάτευτος καὶ εὔκολος, ὥστε ἐξήρκει τὸν στέφανον ἐπιθεῖναι τῇ κεφαλῇ, καὶ πρὸς τὸν ἥλιον ἀναβλέποντα χρησμοὺς ἐκφέρειν, καὶ τούτους ἀψευδεῖς, καὶ πρὸς τὸ κάλλιστον εἶδος ἐνθέου πνεύματος γεγραμ23.5.4 μένους· καί τοί γε οὔτε μέτρον ἠπίστατο, οὔτε εἰς γραμματι23.5.5 κὴν ἐπιστήμην ἔρρωτο, ἀλλὰ θεὸς ἅπαντα ἦν αὐτῷ. νοσήσας δὲ οὐδαμῶς κατὰ τὸν ὡρισμένον βίον, ἀμφὶ τὰ εἴκοσιν ἔτη μετήλλαξεν, ὁ δὲ πατὴρ καὶ τότε διέδειξεν φιλόσοφος 23.5.6 ὤν· ἢ γὰρ τὸ μέγεθος τῆς συμφορᾶς εἰς ἀπάθειαν αὐτὸν μετέστησεν, ἢ τῷ παιδὶ συγχαίρων τῆς λήξεως, ἔμεινεν ἄτρεπτος· καὶ ἡ μήτηρ δέ, πρὸς τὸν ἄνδρα ὁρῶσα, τὴν γυναικείαν ὑπερήνεγκε φύσιν, πρὸς τὴν ἀξίαν τοῦ πάθους ὀλοφύρσεις ἐκλύσασα. 23.6.1 Τούτων δὲ οὕτω κεχωρηκότων, ὁ Χρυσάνθιος ἦν ἐν τοῖς συνήθεσιν· καὶ πολλῶν καὶ μεγάλων ἐμπιπτόντων δημοσίων καὶ κοινῶν πραγμάτων, ἃ τὰς ἁπάντων