1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

40

μικρὰ καὶ τὰ ἀπὸ τούτων δόξει; Ἐκ μὲν γὰρ τοῦ συσταυρωθῆναι, καὶ συζῆσαι καὶ συνδοξασθῆναι καὶ συμβασιλεῦσαι προσγίνε-ται· ἐκ δὲ τοῦ ἑαυτὸν παραστῆσαι τῷ θεῷ, ἀπὸ τῆς ἀνθρω πίνης φύσεως καὶ ἀξίας εἰς τὴν ἀγγελικήν ἐστι μετατά-ξασθαι· οὕτω γάρ φησι ὁ ∆ανιὴλ ὅτι «Χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ.» Ὁ δὲ τῆς ἀληθινῆς ἱερωσύνης λαβόμενος καὶ τῷ μεγάλῳ ἀρχιερεῖ ἑαυτὸν συντάξας «μένει πάντως καὶ αὐτὸς ἱερεὺς εἰς τὸν αἰῶνα, οὐκέτι θανάτῳ παραμένειν εἰς τὸ διηνεκὲς κωλυόμενος». Τοῦ δὲ τὸν θεὸν αὐτὸν καταξιωθῆναι ἰδεῖν οὐκ ἄλλος τίς ἐστιν ὁ καρπὸς ἢ αὐτὸ τοῦτο τὸ καταξιωθῆναι τὸν θεὸν ἰδεῖν· πάσης γὰρ ἐλπίδος ἡ κορυφὴ καὶ πάσης ἐπιθυμίας κατόρ-θωμα, εὐλογίας τε θεοῦ καὶ ἐπαγγελίας πάσης καὶ τῶν ἀρρήτων ἀγαθῶν τῶν ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν εἶναι πεπιστευμένων τὸ πέρας καὶ τὸ κεφάλαιον τοῦτό ἐστιν, ὃ καὶ Μωϋσῆς ἰδεῖν ἐπεπόθησε καὶ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν· ἀξιοῦνται δὲ μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ διὰ τοῦτο ὄντως μακάριοι καὶ ὄντες καὶ ὀνομαζόμενοι, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, ὧν ἕνα καὶ σὲ βουλόμεθα γενέσθαι, «συσταυρωθέντα Χριστῷ», παραστάν-τα θεῷ ἁγνὸν ἱερέα καὶ καθαρὸν θῦμα γενόμενον ἐν πάσῃ καθαρότητι διὰ τῆς ἁγνείας ἑαυτὸν ἑτοιμάσαντα τῇ τοῦ θεοῦ παρουσίᾳ, ἵνα καὶ αὐτὸς «ἴδῃς τὸν θεὸν ἐν καθαρᾷ τῇ καρδίᾳ» κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.