170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
δικαίων, νύκτα καὶ ἑσπέραν τὸν παρόντα νοήσωμεν, ἑσπέραν μὲν ὡς ἔχοντά τι φωτὸς δι' ἀπολειπομένην γνῶσιν τοῦ καλοῦ καὶ δώρων ἕνεκα τῶν παρὰ θεοῦ, νυκτὰ δὲ κατὰ τὸ σκοτῶδες τῆς πονηρίας καὶ τὴν τῶν κοσμοκρατόρων τοῦ σκότους καταδυναστείαν. ἐντενοῦς τοίνυν βοήσεως δεῖται νῦν ἄνθρωπος, ὅτι πεπίληται σκότῳ καὶ βαρύνεται τοῖς ἐνεστῶσι κακοῖς, πρὸς τὸν μόνον φωτίσαι δυνάμενον καὶ ὄρθρον ἐξ ἑσπέρας καὶ ἡμέραν ἐκ νυκτὸς ἐπιδεῖξαι καὶ τῶν κακῶν ἐργάσασθαι μεταβολήν. 292 Ps 140,4.5 Τὸν κατὰ κακίας τοίνυν ποιεῖται λόγον, καθαρὸς ἐξ αὐτῆς καὶ ἀλλότριος τῶν ἐν ταύτῃ ζώντων εἶναι βουλόμενος. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων ἢ ἑκούσια φιλήματα ἐχθρῶν. 293 Ps 140,6.7 Ὅτι, φησί, χλευάζουσι τὸ καλὸν καὶ αὐτὸ τὸ ὁμολογουμένως κάλλιστον, τὴν προσευχὴν κατὰ τὸ ἑαυτῶν βούλημα διασύροντες. τοῦτο δὲ αὐτούς, φησί, καὶ ἀναστάτους ἐκ γῆς ἀπολεῖ καθάπερ ἐξορυχθέντας διὰ πέτρας ὠθούσης καὶ τὴν ῥίζωσιν ἐκτοπούσης. καὶ γέλωτα ἔθεντο καὶ ἡδονὴν λόγους τοὺς ἐμούς, τὰ σεμνὰ γελῶντες διὰ τὸ τοῖς ἀσέμνοις χαίρειν καὶ χρονίᾳ τῇ περὶ ταῦτα συνηθείᾳ τὴν αἴτησιν ἐκκεκόφθαι τὴν περὶ τὰ καλὰ καὶ ὄντως ποθεινὰ καὶ τερπνά. δεύτερον τὸ περὶ τοῦ θανάτου λέγει τὸ λυπηρὸν τῆς τοῦ ἀνθρώπου διαλύσεως διηγούμενος ὅτι βώλου τρόπῳ διαλυομένου σκεδάννυται. 294 Ps 140,10 Ὁ Σύμμαχος· Ἐμπέσοιεν εἰς τὰ δίκτυα ἑαυτῶν παράνομοι. εἰς αὐτούς, φησί, περισταίη μηχανήματα καὶ μὴ εἰς τοὺς ἀναιτίους ἡμᾶς. ἐκκλινῶ δέ, φησίν, ἐγὼ τὴν πρὸς τοὺς πονηροὺς ἀνάμιξιν, ἕως ἂν αὐτοὺς καὶ διαφυγεῖν δυνηθῶ. αὕτη γὰρ ἀσφάλεια πρὸς τὸ μηδὲν ὑπ' αὐτῶν λυμανθῆναι τὸ μηδὲ πλησιάζειν μηδὲ συμφύρεσθαι. τοῦτο καὶ Ἱερεμίας φησὶν Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ· καθήσεται κατὰ μόνας καὶ σιωπήσεται. νῦν δὲ ἡμῖν πνευματικὸς ὁ ἐκ τῶν πονηρῶν χωρισμὸς ὅτι ἀδύνατος ὁ σωματικός, ἐπεὶ ὀφείλομεν ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν ὡς ὁ Παῦλος λέγει.
295 Ps 141,2 Καλὴ μὲν οὖν καὶ ἡ τῆς δυάδος ἑνότης ἐπὶ τοιούτου τιθεῖσα τὸν
κύριον καὶ τὸν θεόν, γνωριστικωτέρα δὲ τοῖς τὰ τέλεια μεμαθηκόσιν ἡ τῆς δυάδος ἐν τῇ ἑνότητι κατάληψις ἣν ὁ Παῦλος παρίστησιν, ἕνα μὲν θεὸν ἕνα δὲ κύριον ἐξηγούμενος, οὓς καὶ δύο ὄντας ἑνοῖ τὸν θεὸν μὲν ἐν κυρίῳ κύριον δὲ ἐν θεῷ νοεῖσθαι· καθὸ τὰ τῆς θείας καὶ κυριευτικῆς οὐσίας ἐν ταυτότητι θεωρεῖται, ἐκ πατρὸς μὲν εἰς υἱὸν ὁρμηθέντα κατὰ τὸ θεϊκόν, ἐξ υἱοῦ δὲ εἰς θεὸν ἀναγόμενα κατὰ τὸ κυριευτικόν. 296 Ps 141,8 Οὐ τῷ φυγεῖν δὲ τὴν ὑπ' ἐχθρῶν πολιορκίαν τίθεται τέλος, ἀλλὰ τὸ ἔτι κάλλιον τῷ θεῷ χάριν ἀνενεγκεῖν· τοῦτο γὰρ δὴ τὸ ἀκρότατον τέλος.
297 Ps 142 arg. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν ἀλλ'
ἐπιγεγράφθαι Ψαλμὸς τῷ ∆αυίδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο. τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά. 298 Ps 142,8ab Κατὰ δὲ τὴν ὅλην τῆς τῶν δικαίων ζωῆς ὑπόθεσιν ἢ τὸν τέλεον ἔλεον οὔπω νῦν ἐπιδέχεται, ἀλλὰ τὴν μέλλουσαν ἐπιφάνειαν τὴν ἐξ οὐρανοῦ μηνύουσαν τὸ πρωΐ, ὅτε καταυγάσει δικαίους ὁ δεσπότης ἐξ οὐρανοῦ φανείς. 299 Ps 142,11 Τὸ τῆς ἀγαθότητος ὄνομα τῆς τοῦ θεοῦ σωτηρίας πρόφασιν ἑαυτῷ γίνεσθαι ἀξιοῖ κατὰ τὸν ἀπόστολον λέγοντα Εἰς ἔπαινον τῆς δόξης τῆς χάριτος αὐτοῦ.
41