41
βασανίζον μου τὴν σωφροσύνην. Καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον, τὴν δὲ ἐμαυτοῦ παρθε νίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. Καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν· πλὴν παρ' οὐδενὶ τῶν διδασκά λων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. Μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων μέλεσι τεθρυμμέ νοις ἐνδεδυμένων. Πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοια στῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθή του βοῆς. Εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. Καὶ εἶδον, καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα. Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπα θείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι, μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν; Ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. Αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι' εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ τὸ καθαρόν. Αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. 42.5 Τίς οὖν ὠφέλεια ἐμοὶ ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη; ∆ιὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον. Ὡς στρουθίον γὰρ ἐρρύσθην ἐκ τῆς παγίδος τῶν θηρευ όντων. Καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. Ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή, ἐνταῦθα ἡ οὐρανοφόρος κλίμαξ καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι, ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. Ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. Ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. Ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. Ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ Χριστὸς ἀνερχόμενος προσηύχετο ἡμᾶς διδάσκων προσεύχεσθαι. Ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος. Φησὶ γάρ· «Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐνταῦθα διδάσκαλοι καὶ προφῆ ται, οἱ ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγε λισταὶ καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος. Ταῦτα τοίνυν ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται, ἵνα ἀψευδῶς λέγω· «∆ιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.» Ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπι πρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, ∆ανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, τὸν παρρησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον, Ἡσαίαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον, τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον, Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον, ἀναιρουμέ νους τοὺς Χριστοῦ μάρτυρας. Καὶ ἵνα τί μακρολογῶ, ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυ τοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ; Πρὸς τοῦτον ἐπείγομαι καὶ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Γνήσιος εὑρε θῆναι ἀγωνίζομαι, ἀνάξιον ἐμαυτὸν κρίνας