οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
λελογίσμεθα παρὰ Θεῷ; Τὴν δὲ ἐπὶ τοῖς ἀμείνοσι λήθην ἀποκρουόμενοι, καὶ ὥσπερ τινὰς περιττωμάτων ἐκδρομὰς τὰ ἐντεῦθεν ἀποτέμνοντες πταίσματα, ἐλεύθερον μὲν ἁπάσης φαυλότητος, γυμνὸν δὲ τῶν ἐκ πονηρίας κακῶν, τὸν ἄρσενα καὶ γονιμώτατον ἐν ἑαυτοῖς διατηρήσομεν νοῦν. Οὑτωσὶ λοιπὸν τὴν μὲν ἐκ τῆς ἁμαρτίας πα λαίωσιν ἔξοικον τῆς ἑαυτῶν ψυχῆς ποιησάμενοι, εἰς δὲ τὴν ἐκ τῆς ἀκακίας νηπιότητα μεταστοιχειούμε νοι, παραστησόμεθα μετὰ παῤῥησίας τῷ Θεῷ· οὐκ αὐτοὶ δὲ πάντως ἑαυτοὺς προσοίσομεν, ὥσπερ οὖν οὐδὲ τὸ ἀρτίτοκον βρέφος ἑαυτὸ προσῆγε τῷ Θεῷ. Προσοίσει δὲ ἡμᾶς ὁ διὰ τῆς πίστεως ἀναγεννήσας Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν ἀναφέρων τῷ Πατρί· καὶ προσοίσει κατὰ τὴν ὀγδόην ἡμέραν, του τέστι μετὰ τὸν ἔννομον σαββατισμόν. Οὗτος γάρ ἐστι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ὁ καιρός· ἐπεὶ καὶ τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. ∆ιὰ ταύτην, οἶμαι, τὴν αἰτίαν, μᾶλλον δὲ ἀκριβέστερον εἰπεῖν, ἡ ὀγδόη, παρ' ἡμῖν Κυριακὴ κατωνόμασται, ὡς εἰς τέλος μὲν ἤδη τὸν τοῦ νόμου καιρὸν κατα κλείουσα· ἀρχὴν δὲ ἡμῖν Κυριακῶν εἰσφέρουσα χρό νων, ἐν οἷς γέγονε τὰ πάντα καινά. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλός φησι· "Ὥστε εἴ τις ἐν Χρι στῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά." Τοῦτον ἡμῖν εἰσκομίζειν τῶν θεω ρημάτων τὸν τύπον οἴεσθαι τὴν κατὰ σάρκα περι τομὴν, ἐν ὀγδόῃ μὲν ἐπιτελουμένην, καθάπερ εἶπον, ἡμέρᾳ, εἰς ὄψιν δὲ ἄγουσα[ν] τὰ νεογνὰ τῷ Θεῷ. Προσμαρτυρείτω δὲ τοῖς εἰρημένοις καὶ ὁ σοφώτατος Παῦλος, ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας εἰσίτω βοῶν· "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, οὐ γράμ ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ." Ἐπιστελλέτω δὲ πάλιν ἑτέροις περὶ τῶν αὐτῶν οὕτω λέγων· "Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες." Καύχημα μὲν γὰρ τῆς κατὰ σάρκα περιτομῆς, εἰ μόνη νοοῖτο, καὶ τὸ ἐκ τῆς θεωρίας οὐκ ἔχουσα κάλλος, οὐδὲν, οἶμαι, παρὰ τοῖς εὖ φρονοῦσιν εὑρεθείη ποτέ. Ὅτε δὲ τῆς ἐν πνεύματι περιτομῆς εἰσφέρει τὸν τύπον, καὶ τὸν ἐν καρδίᾳ καθαρισμὸν ὑποσημαίνουσα φαίνεται, τότε δή τις ἐπαινέσει μὲν ἴσως ὡς ἄριστα σχηματίζουσαν τὸν ἐν λεπτῇ, θεω ρίᾳ κείμενον· ἀποφοιτήσει δὲ δηλονότι τοῦ παθεῖν, τὸν ἐν καρδίᾳ μελετήσας καθαρισμόν. Ὃ δὴ καὶ δρᾷν ἐπείγεσθαι τοῖς Ἰουδαίοις προφητικὸς συνεβού λευε λόγος, ἔχων ὡδί· "Τάδε λέγει Κύριος· Νεώ σατε αὑτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκλη 77.521 ροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, οἱ κατοικοῦντες Ἱερουσαλὴμ," ὥστε εἴ τις ἐν σαρκὶ περιτέμνοιτο, οὐ πάντως τοῦτο ποιήσει τῷ Θεῷ· ὁ δέ γε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῶν εὐαγγελικῶν δεχόμενος κηρυγμάτων, αὐτῷ δηλονότι τῷ πάντων ∆εσπότῃ, οὐ τῷ νομικῷ γράμματι περιτέμνεται, μορφοῦν εἰωθότι, καὶ καθάπερ ἐν σκιαῖς τὴν ἀλήθειαν. Ὅτι δὲ τῆς κατὰ ἀλήθειαν περιτομῆς ἡ δύναμις οὐκ ἐν τῷ κατὰ τὴν σάρκα πληροῦται πάθει, ἀλλ' ἐν τῷ βούλεσθαι δρᾷν ἅπερ ἐπιτάττει Θεὸς, ἄκουε Παύλου σαφέστατα λέγοντος· "Ἡ περιτομὴ οὐδέν ἐστι· ἡ ἀκροβυστία, οὐδέν ἐστιν." Ἀλλ' ἵνα μὴ λόγους ἡμῖν φαίνηται προτείνων ψιλοὺς, οὐδὲν εἶναι λέγων τὸ διὰ νόμου τετιμημένον, ἐπεξηγεῖται σαφέστερον, καί φησι· "Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυ στία γέγονεν. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμμα τος καὶ περιτομῆς παραβάτην νόμου." Ὅτε τοίνυν ἀνόνητον μὲν ἐν τοῖς παθοῦσιν ὁρᾶσθαί φησι τὴν περιτομὴν, ὅταν αὐτοῖς μὴ πρὸς τὸ διὰ πραγμάτων εὐδοκιμεῖν· οἱ δὲ τὴν ἐκ φύσεως ἔτι σώζοντες ἀκρο βυστίαν ἀμείνους τῶν μὴ τοιούτων νομοφύλακες εἶ ναι εὑρίσκονται, ποῖον ἔσται λοιπὸν τὸ ἐκείνης