Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τῷ κατ' ἀλήθειαν αὐτὸν, ἀλλ' οὐ θέσει, γεγεννηκότι Θεῷ. ΑΛΛΟ. Εἰ τὸ οὐσιωδῶς γεννώμενον κληρονομεῖ τὴν τοῦ γεγεννηκότος οὐσίαν, ἔχον ταύτην ἐν ἑαυτῷ, ἔχει δὲ πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα γεγέννηται. ΑΛΛΟ. Εἰ μηδὲν τῶν μετὰ τὸν Υἱὸν ἐκ μὴ ὄντων οὐσίας ὑφίστησιν, ὑφίστησι δὲ ὁ Υἱὸς, οὐκ ἄρα τῶν μετ' αὐτὸν ἔσται συγγενὴς, ἀλλὰ τῷ ἐκ μὴ ὄντων ὑφιστῶντι ὁμοούσιος. Τὰ γὰρ τῆς αὐτῆς ἐνεργείας ὄντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται. ΑΛΛΟ. Εἰ τὰ τῆς αὐτῆς ἐνεργείας ἀπαραλλάκτως ὑπάρχοντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται, ἔστι δὲ τῆς αὐτῆς τῷ Πατρὶ ἐνεργείας ὁ Υἱὸς, πάντα ὅσα ποιεῖ καὶ αὐτὸς ὁμοίως ποιῶν, ὁμολογουμένως ἔσται καὶ τῆς αὐτῆς οὐσίας, διὰ τὸ καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. ΑΛΛΟ. Εἰ φύσει Θεός ἐστιν ὁ Πατὴρ, ἀλλ' οὐ μετοχῇ, ἔστι δὲ φύσει Θεὸς καὶ ὁ Υἱός. Εἴπερ τῶν κατὰ μετοχὴν ὑπερέχει, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ' οὐ τοῖς κατὰ μετοχήν. ΑΛΛΟ. Εἰ μετοχῇ, ἀλλ' οὐ φύσει, Θεὸς ὁ Υἱὸς, πολλοὶ δὲ οἱ κατὰ μετοχὴν θεοὶ, οὐδὲν ἄρα πλεονάζει τῶν πολλῶν εἰς ὑπεροχὴν οὐσίας. Εἰ δὲ μὴ ἔσται μετοχῇ, ὅτι τῶν κατὰ μετοχὴν αὐτός ἐστι ποιητὴς, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ' οὐ τοῖς κατὰ μετοχήν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία λογικὴ, οὐ μόνῳ τῷ θέλειν, ἀλλὰ καὶ τῷ ἐνεργεῖν καὶ πάσχειν δημιουργεῖ, μόνη δὲ ἡ ἀγέννητος οὐσία τῷ θέλειν καὶ μὴ πάσχειν, θέλων δὲ καὶ μὴ πάσχων δημιουργεῖ ὁ Υἱὸς, τῆς ἐν θελήσει μόνῃ δημιουργούσης οὐσίας ἐστὶν, ἀλλ' οὐ τῆς ἐνεργούσης κατὰ πάθος. ΑΛΛΟ. Εἰ πᾶν τὸ γεννῆσαν οὐ νόθον, ὁμοούσιον ἑαυτῷ γεγέννηκε, γεγέννηκε δὲ ὁ Θεὸς τὸν Μονογενῆ, οὐκ ὄντα νόθον, ὁμοούσιον ἄρα ἑαυτῷ γεγέννηκεν. Εἰ δὲ γεννᾷ μὲν, νόθον δὲ γεννήσας οὐ γεγέννηκε. Χεῖρον γὰρ τὸ παρὰ φύσιν τοῦ μηδόλως γεγεννῆσθαι. ΑΛΛΟ. Εἰ τὸν Μονογενῆ γεννήσας ὁ Θεὸς καὶ Πατὴρ κρειττόνως ἡμῶν γεγέννηκε, γεννῶντες δὲ ἡμεῖς προϋπάρχομεν τῶν γεγεννημένων, Θεὸς ἄρα γεννῶν οὐ προϋπάρχει. Εἰ δὲ ὡσαύτως ἡμῖν γεγέννηκεν 75.140 (οὐκ ἂν γὰρ εἴποι τις ἡττόνως), γεννῶμεν δ' ἡμεῖς ἐκ τῆς ἑαυτῶν οὐσίας, καὶ Θεὸς ἄρα ἐκ τῆς ἐαυτοῦ γεγέννηκεν οὐσίας. ∆ιόπερ ὁμοούσιον αὐτῷ τὸ ἐξ αὐτοῦ πάντως που καὶ ἀναγκαίως τίθεσθαι χρή. ΑΛΛΟ. Εἰ τῶν γενητῶν ὁ καθόλου κόσμος ὥσπερ τι γένος ἐστὶ, τοῦ δὲ γένους τὸ κατὰ μέρος εἶδος, ἔστι δὲ γενητὸς ὁ Υἱὸς, εἶδος ἄρα ἐστὶ τοῦ γένους, τουτέστι τοῦ κόσμου. Εἰ δὲ μὴ ἔστιν εἶδος τοῦ κόσμου, διὰ τὸ καὶ προϋπάρχειν αὐτοῦ, τῷ μὴ ἐνδέχεσθαι προϋπάρχειν τὸ εἶδος τοῦ γένους, οὐδὲ ἐκ τοῦ κόσμου ὅλως ἐστίν. Εἰ δὲ τοῦτο, τοῦ κοσμοποιοῦ, ἀλλ' οὐ τοῦ κόσμου, ἐξ ἀνάγκης ἔσται ὁμοούσιος. ΑΛΛΟ. Εἰ τῶν ὄντων τὸ μὲν ἐστὶ Θεὸς, τὸ δὲ κόσμος, ἐξ ἀνάγκης ὁ Υἱὸς ἢ κόσμου ἴδιός ἐστι κατὰ τὴν γένεσιν, ἢ Θεοῦ κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ μὴ κόσμου ἴδιος τῷ μὴ ἐνδέχεσθαι τὸ ἴδιον ὑπὸ ἰδίου δημιουργεῖσθαί ποτε, τοῦ κοσμοποιοῦ ἄρα Θεοῦ ὁμοούσιός ἐστιν.
ΛΟΓΟΣ ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Ὁ Πατὴρ μείζων μού
ἐστιν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.Τὰ τὴν αὐτὴν οὐσίαν λαχόντα, φησὶν, ὁμοφυῆ τε ὄντα οὐκ ἔχουσι καθ' ἑαυτῶν φυσικῶς τὸ μεῖζον, ἀλλ' οὔτε τὸ ἔλαττον. Οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλ' οὐδὲ ἵππος ἵππου τυχόν. Εἰ τοίνυν ἑαυτοῦ μείζονά φησιν ὁ Υἱὸς εἶναι τὸν Πατέρα, ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν εἴη μεῖζον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐκ ἄρα ὁμοούσιος αὐτῷ ἐστιν. Πρὸς τοῦτο λύσις. Ἔδει τοὺς χριστομάχους πανταχόθεν τὴν ἐν ταῖς θείαις Γραφαῖς ἀλήθειαν θηρᾶσθαι σπουδάζειν, τὰ περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάζοντας· οὐ πρὸς τὰς οἰκείας ἡδονὰς ἑαυτοῖς ἀναπλάττειν συλλογισμοὺς, καὶ πλοκὰς ἐπινοεῖν νοημάτων διεστραμμένων. Εἰ γὰρ σκανδαλίζονται λέγοντος τοῦ Υἱοῦ· Ὁ Πατήρ μου μείζων μού ἐστιν, ὠφελείσθωσαν ἀκούοντες περὶ αὐτοῦ· Ὃς ἐν μορφῇ Θεοῦ