ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα23.6.2 σέν τις * οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ' ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπόντιος παρ' αὐτὸν ἀφικνεῖται, καὶ βραδέως μὲν συνῆλθον εἰς λόγους· ἐπεὶ δὲ εἰς ταὐτὸν συνήντησαν, τοσοῦτον Ἑλλησπόντιος ἑαλώκει, ὥστε, πάντα μεθέμενος, ἕτοιμος ἦν σκηνοῦσθαι παρὰ Χρυσάνθιον, καὶ νεάζειν ἐν 23.6.3 τῷ μανθάνειν· μετέμελε δὲ αὐτῷ τοσοῦτον πεπλανημένος χρόνον, καὶ εἰς γῆρας ἀφικόμενος, πρὶν ἤ τι τῶν χρησίμων ἐκμαθεῖν. καὶ ὁ μὲν ἐπὶ τούτῳ τὴν γνώμην ἔτεινεν· τῷ δὲ Χρυσανθίῳ συμβὰν ἔκ τινος συνηθείας τὴν φλέβα διελεῖν, ὅ τε συγγραφεὺς παρῆν, οὕτω προστάξαντος, καὶ τῶν ἰατρῶν κενῶσαι βουλομένων τὸ <ἐπι>φερόμενον, αὐτὸς ἐπὶ τὸ συμφέρον φεισάμενος, παράλογον εἶναι τὸ κενωθὲν ἔφη, καὶ οὕτως ἐπισχεῖν ἐκέλευσεν· οὐδὲ γὰρ ἄπειρος ἦν ἰατρι23.6.4 κῆς ὁ ταῦτα γράφων. Ἑλλησπόντιος δὲ ἀκούσας παρῆν, ἀγανακτῶν καὶ ποτνιώμενος, ὡς μεγάλου κακοῦ γεγονότος, εἰ πρεσβύτης οὗτος ἀνὴρ τοσούτου διὰ τῆς χειρὸς αἵματος 23.6.5 ἀφῄρηται. ὡς δὲ ἤκουσεν τῆς φωνῆς, καὶ ὑγιαίνοντα εἶδεν, πρὸς τὸν συγγραφέα τὸν λόγον ἐπιστρέψας "ἀλλά σέ γε" φησίν "ἡ πόλις αἰτιῶνται δεινόν τι δεδρακέναι· νῦν δὲ 23.6.6 ἅπαντες σιωπήσουσιν, ὁρῶντες ὑγιαίνοντα." τοῦ δὲ εἰπόντος, ὡς οὐκ ἠγνόει τὸ συμφέρον, ὁ μὲν Ἑλλησπόντιος ὡς συσκευασάμενος τὰ βιβλία, καὶ παρὰ τὸν Χρυσάνθιον ἥξων 23.6.7 ἐπὶ μαθήσει, τῆς πόλεως ἐξῄει. καὶ ἡ γαστὴρ αὐτοῦ νοσεῖν ἤρχετο, καὶ παρελθὼν εἰς Ἀπάμειαν τῆς Βιθυνίας μετήλλαξε <τὸν βίον>, τῷ παρόντι τῶν ἑταίρων Προκοπίῳ πολλὰ ἐπισκήψας μόνον θαυμάζειν Χρυσάνθιον. καὶ ὁ Προ κόπιος παραγενόμενος εἰς τὰς Σάρδεις, ταῦτα ἐποίει τε καὶ ἀπήγγειλεν. 23.6.8 Ὁ δὲ Χρυσάνθιος, εἰς τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, κατὰ θέρος ἱστάμενον, ἐπὶ τὴν αὐτὴν θεραπείαν ἐλθών, καί τοι τοῦ συγγραφέως προειπόντος τοῖς ἰατροῖς περιμένειν αὐτὸν κατὰ τὸ σύνηθες, οἱ μὲν ἔφθασαν ἐλθόντες, ὁ δὲ ὑπέσχε τὴν χεῖρα, καὶ παρὰ μέτρον γενομένης τῆς κενώσεως, παρέσεις τε τῶν μερῶν ἠκολούθησαν καὶ τὰ ἄρθρα συνέ23.6.9 καμνεν, καὶ κλινοπετὴς ἦν. καὶ Ὀριβάσιος ἐνταῦθα παραγίνεται, δι' ἐκεῖνον καθ' ὑπερβολὴν μὲν ἐπιστήμης μικροῦ καὶ βιασάμενος τὴν φύσιν καὶ χρίσμασι θερμοτέροις καὶ μαλάττουσι τὰ κατεψυγμένα μικροῦ πρὸς τὸ νεάζειν ἐπή23.6.10 γαγεν. ἀλλ' ἐνίκα τὸ γῆρας· ὀγδοηκοστὸν γὰρ ὑπελθὼν ἔτος ἐτύγχανε, καὶ τῇ τοῦ θερμοῦ κατὰ τὸ πλεονάζον ἀλλοτριώσει τὸ γῆρας ἐδιπλασιάσθη· καὶ τεταρταῖος νοσηλευθείς, εἰς τὴν πρέπουσαν λῆξιν ἀνεχώρησεν. ἘΠΙΓΟΝΟΣ ΚΑΙ ΒΕΡΟΝΙΚΙΑΝΟΣ. Εἰσὶν δὲ μετ' αὐτὸν διάδοχοι φιλοσοφίας Ἐπίγονός τε ὁ ἐκ Λακεδαίμονος, καὶ Βερονικιανὸς ὁ ἐκ Σάρδεων, ἄνδρες ἄξιοι τοῦ τῆς φιλοσοφίας 24.1.2 ὀνόματος· πλὴν ὅσα γε ὁ Βερονικιανὸς ταῖς Χάρισιν ἔθυσεν, καὶ ἱκανὸς ἀνθρώποις ὁμιλεῖν ἐστι· καὶ εἴη.