1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

42

τῶν τοῦ κόσμου καλῶν. Πλὴν ἀλλ' οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλ' ὁ κόσμος δι' ἐμέ.» Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος καὶ τελῶν αὐτὰ σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. Καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. Ἀλλὰ καὶ ὁ Ἀπόστολός φησι· «Βλέπετε μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ εἰς τὸ ἀποστῆ ναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ ἀλλήλους παρακαλεῖτε καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε ἄχρις οὗ τὸ σήμερον λέγεται.» Τὸ γὰρ σήμερον σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. Οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν σώσεις καὶ ἡμᾶς εὐφρανεῖς καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

43.τ ΝΟΥΘΕΣΙΑ ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ

43.1 Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ

διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθα ρότητα, ὀργῆς ἀφανισμόν. Ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. Νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέ λων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

44.τ ΠΡΟΣ ΜΟΝΑΧΟΝ ΕΚΠΕΣΟΝΤΑ

44.1 Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Ἔτι γὰρ ἀπιστία

με περιέχει καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. Θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλω σις περιεχέθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. Εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. Τὴν πίστιν ἠθέτησας, τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. ∆ιὸ ἀλγῶ ἐπὶ σοί. Ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; Ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; Ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; Ποῖος ἀσκητὴς οὐ πενθεῖ; Τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. Ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου. Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. Οὐ Θεὸν ἐφο βήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης, ἀλλ' ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. ∆ιὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. Ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων, τῆς βασιλείας ἐξέπεσες. Ὁ τῆς διδα σκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν, οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. Ὁ ἁγιωσύνην κηρύσσων, ἐναγὴς εὑρίσκῃ. Ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος, συλοχρηματῶν ἐφευρίσκῃ. Ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπι δεικνύμενος διὰ τῆς ὑφηγήσεως, αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. Πῶς σε θρηνήσω; Πῶς ἀλγήσω ἐπὶ σοί; Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνε τρίβη ἐπὶ τῆς γῆς; Παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφό τερα ὦτα. Πῶς ὁ Ναζιραῖος, ὁ ἐκλάμπων ὑπὲρ χρυ σίον, ἐσκότασεν ὑπὲρ ἀσβόλην; Υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; Οὗ ἡ μνήμη τῶν θείων