οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καύχημα, πυθοίμην ἂν ἡδέως τῶν ἀνουστάτων Ἰουδαίων. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθῆναι, καὶ ἕτερον σημεῖον δεδόσθαι τὴν περιτομὴν, ὁ Παῦλος διϊσχυρίζεται. Καὶ ὥσπερ τι σήμαντρον τῆς ἐν ἀκρο βυστίᾳ πίστεως τῷ προπάτορι τοῦ γένους Ἀβραάμ· εἰς τὸ εἶναι αὐτὸν "πατέρα πολλῶν ἐθνῶν, οὐ μόνον, φησὶ, τοῖς ἐκ περιτομῆς," ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ Πατρὸς ἡμῶν Ἀβραάμ. "Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ δεδικαίωται," περιτομὴν οὔπω λαβών· μετὰ δὲ τὴν πίστιν καὶ τὴν ἐκ ταύτης δικαίωσιν, σημεῖον αὐτῷ τοῦ πράγματος γέγονεν ἡ περιτομή. θʹ. ∆έχου τοιγαροῦν, Ἰουδαῖε, τὴν τοῦ πνεύματος μάχαιραν, ἀπόθου τὴν σκληροκαρδίαν, ὡς γέγρα πται, "περιτμήθητι τῷ Θεῷ." Μάνθανε σαββατίζειν, οὐ καθάπερ αὐτὸς οἴει ἔχειν καλῶς, ἀλλ' ὡς ἡ τοῦ νομοθέτου διατάττει βούλησις. Ὅ τι γὰρ δὴ καὶ περὶ τούτου φησὶν ὁ νομοθέτης, ἄξιον ἰδεῖν. Ἔργων ἀπο σχέσθαι κελεύει, καὶ πόνων μὲν ἀνεῖσθαι σωματι κῶν, κατὰ τὸ Σάββατον. Ἐξοίχεσθαι δέ τινα τῆς Ἰερουσαλὴμ οὐ βούλεται, οὐδὲ εἰς ὁδοὺς ἐκτείνε σθαι μακράς. Κεχρῆσθαί τε μὴν οὐ ταῖς παραυτίκα πεποιημέναις, ἀλλὰ ταῖς ἤδη προητοιμασμέναις τρο 77.524 φαῖς. Ἀχθοφορεῖν δὲ ὅλως, καὶ ἀπὸ τοῦ καταφορτί ζεσθαι παντελῶς ἀποκωλύει, σαφέστατα λέγων διὰ φωνῆς Ἱερεμίου· "Καὶ οὐκ ἐξελεύσεσθε ἔξω τῆς πύλης Ἱερουσαλὴμ τῇ ἡμέρᾳ τῶν Σαββάτων· καὶ οὐκ ἐξοίσετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν." Ἐν τούτοις ὑμῖν ὁ νόμος ὁρίζει τὰς τοῦ Σαββάτου τιμάς. Ἀλλ' ἡκέτω μοι πάλιν εἰς μέσον ὁ μόνῳ τῷ γράμ ματι συνηγορεῖν μελετήσας, καὶ λεγέτω τις ἡμῖν τῶν ἐξ Ἰουδαϊκοῦ συστήματος, πότερόν ποτε λόγος ἐφήρμοσται τοῖς θεόθεν διατεταγμένοις σοφὸς, ἤγουν ἐν ψιλαῖς ἡμῖν κεῖται ταῖς λέξεσι, καὶ γυμνῷ τῷ γράμματι, τῶν θείων μυστηρίων ἡ δύναμις. Εἰ μὲν οὖν ὥσπερ ἐπὶ καλύμματι τοῖς θεωρήμασι τὴν ἐκ τοῦ γράμματος ἐπαλείφεσθαι παχύτητα, νουνε χέστατά τε ποιῶν ὁμολογεῖ, ζητείτω τὸ νόημα, καὶ μὴ τοῖς ἐν σχήματι λαλουμένοις ἐμφιλοχωρῶν, αὐ τὸς ἑαυτὸν ζημιούτω τὰ κάλλιστα· εἰ δὲ ὅτι προσ ήκει μόνῳ προσεδρεύειν τῷ γράμματι, καὶ μηδὲν ἐπ' αὐτῷ πλέον λογίζεσθαι, αὐτός τε ποιοῖτο διὰ σπουδῆς καὶ προσέτι διδάσκειν ἑτέρους φιλονεικοίη, ἀκούσεται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· "Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Οὔτε ὑμεῖς εἰσέρ χεσθε, οὔτε τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν." Φέρε δὴ γὰρ καὶ ἐπὶ τῷ κατὰ Σάββατον λόγῳ τὴν τοῦ πράγματος φύσιν, ὅπως ἂν ἔχοι, διασκεψώμεθα, καὶ λεπτομερέστερον βασανίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν, εἰ μὴ μωρίας ἀνάπλεως κἀν τού τῳ πάλιν ὁ τῶν Ἰουδαίων ἁλίσκεται νοῦς. ιʹ. Τί γὰρ δὴ τὸ πεπεικὸς, εἰπέ μοι, τὸν ἀπάντων δημιουργὸν πρὸς τοῖς ἄλλοις ἅπασιν, οἷς ἔχειν ὀρθῶς ἐδοκίμαζε, καὶ ἀργεῖν ἐν Σαββάτῳ νομοθετεῖν, καίτοι τῆς ἄλλης ἁπάσης κτίσεως, τὰ ἐκ φυσικῶν κινημά των ἐνεργούσης, ἀκωλύτως κατὰ τὸ Σάββατον, ἢ καὶ ὅπερ ἔκαστον τῶν ὄντων τέτακται ποιεῖν, οὐ κατα λυόντων διὰ τὸ Σάββατον; Ἥλιος μὲν γὰρ ἀνίσχει, καὶ τὸν συνήθη δρόμον ἐξελίττων οὐ παύεται· γῆ δὲ ἡ φυτοῖς κομῶσα ποικίλοις καὶ πολυειδέσιν ὡραϊζο μένη βλαστήμασιν οὐκ ἀποστειροῦται διὰ τὸ Σάβ βατον, οὐδὲ τοῖς ἐξ αὐτῆς τὴν θρεπτικὴν ἐψεύσατο δύναμιν. Πηγαὶ δὲ ὁμοίως καὶ αἱ ψυχρῶν ὑδάτων μητέρες, ποτὲ τὸν ἐξ οἰκείων μαστῶν ἀνακόπτουσαι δρόμον, τὴν αὐταῖς συνήθη χορηγίαν ἐπαύσαντο φέρειν. Ἀλλ' οὐ τοῦτο νῦν ἐρεῖς, Ἰουδαῖε, καίτοι νόμους ἐφ' ἑκάστῳ τῶν πεποιημένων παρὰ τοῦ ∆η μιουργοῦ τεθεῖσθαι πιστεύομεν, καθ' οὓς κινεῖσθαι πέφυκε, διαζῇ τε καὶ σώζεται. Ἀλλ' εἴπερ, ὡς οἴει, κατὰ γνώμην αὐτῷ τὸ τιμᾶσθαι ταῖς ἀργίαις τὸ Σάββατον, οὐδενὸς ἡμῖν ἑτέρου διὰ τῆς τοιαύτης νο μοθεσίας χρησίμου παρεισβαίνοντος, τί μὴ τὸν αὐ τὸν ἐφ' ἅπασιν ἐτίθει νόμον; Τί δὲ, εἰπέ μοι, τὸ λυποῦν, ὀψοποιεῖσθαί τινα τὸ καθ' ἡμᾶς, ἢ ἀλφιτουρ 77.525 γεῖν ἐν Σαββάτῳ; ἢ τί τὸ κωλύον τὰς ἑτέρας τοῦ σώματος ἀποσχεδιάζεσθαι τροφάς; Νυνὶ δὲ ὥσπερ τι μέγα καὶ περισπούδαστον ὁ νόμος ἡμῖν εἰσηγού μενος, ἔργου μὲν ἀπείργει παντός·