1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

43

Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ὁ ὀξύνους ὀξέως ἀπώλετο. Ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. Οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. Οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. Ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων καὶ παρειμένος πάντοθεν καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιρρίψας τοιαῦτά σοι ἐγκώ μια διεξέρχομαι, μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ, ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. Πόθεν ἰαθήσομαι; 44.2 Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. Ἴσχυσον ἐκ γῆς ἐπαναστῆ ναι. Μνήσθητι τοῦ ἀγαθοῦ Ποιμένος ὅτι καταδιώκων ἐξελεῖταί σε. Κἂν ᾖ δύο σκέλη ἢ λοβὸς ὠτίου, ἀπο πήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. Μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. Μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. Ἀνάλαβε τὴν μνήμην τῶν γε γραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται καὶ ὁ ἀποστρέφων ἐπι στρέφει, ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περι γίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. Οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν κατα φρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστι, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. Ὠλίσθησας; Ἐξεγείρου. Ἥμαρτες; Ἡσύχασον. Μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. Ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἔστι γὰρ ἐκ πόνων ὑγεία καὶ ἐξ ἱδρώτων σωτη ρία. Ὅρα οὖν μήποπε συνθήκας βουλόμενός τινων φυλάτ τειν παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. Μὴ οὖν διά τινας λογισμοὺς ἀνθρω πίνους ὀκνήσῃς ἐλθεῖν πρός με. Ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύ σομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. Μὴ ἀνα πέσῃς, μνήσθητι ἡμερῶν ἀρχαίων. Ἔστι σωτηρία, ἔστι διόρθωσις. Θάρσει, μὴ ἀπελπίσῃς. Οὐκ ἔστι νόμος κατα δικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτι θεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. Οὔπω ἐκλείσθησαν αἱ θύραι, ἀκούει ὁ νυμφίος, οὐ κυριεύει ἁμαρ τία. Ἀναπάλαισον πάλιν, μὴ κατοκνήσῃς καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

45.τ ΠΡΟΣ ΜΟΝΑΖΟΝΤΑ ΕΚΠΕΣΟΝΤΑ

45.1 ∆ιττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ

ὑποθέσεως. Ἢ γάρ τις τρόπος ἀσυμπαθὴς προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλα κίζεσθαι κακῶς μετατίθησι. ∆ιόπερ καὶ διαχαράττειν μέλ λων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι, τί γράψω ἢ τί λογίσωμαι, ἐν τριόδῳ ἀπειλημμένος ἐὰν ἔλθω εἰς μνήμην τῆς προ τέρας σου ματαίας ἀναστροφῆς ὅτε σε περιέρρει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον; Φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλήθη, καὶ τρυφῆς