οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
βάσταγμα δὲ τῆς ἑστίας ἐκκομίζειν οὐκ ἐᾷ· ἀλλ' οὐδ' ἐξοίχεσθαί ποι μακρὰν τῆς ἐν Ἱερουσαλὴμ πύλης τὸν οὐδὸν παραμείβοντας, σιτίοις γε μὴν, οὐ τοῖς παραυτίκα πεπορισμένοις, ἀλλὰ τοῖς ἐκ προμηθείας ηὐτρεπι σμένοις ἀποκεχρημένους, ἐπὶ δαῖτα καὶ τράπεζαν ἰέναι κελεύει, καὶ θανάτῳ τιμᾶται τὸν παραβαίνον τα· καίτοι τῶν διηγγελμένων οὐδὲν, εἰ καθ' ἕτερόν τινα πράττοιτο καιρὸν, ἁμαρτίας ἔγκλημα προσοίσει τῷ δεδρακότι· καὶ οὐ δή που φήσειεν ἄν τις, εἴ γε σωφρονοίη ἐν πλημμελημάτων τάξει, καὶ ταῦτα κεῖσθαι παρὰ τῷ νόμῳ, καθάπερ οὖν καὶ τὰ ἕτερα· ὧν ὅτι προσ ήκει παντελῶς ἀποφοιτᾷν, διαγορεύει σαφῶς. Τὸ γὰρ, "Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις," καὶ ὅσα τούτοις συνήρμοσται πρὸς τὴν αὐτὴν καὶ μίαν βλέποντα λέξιν, οὐκ ἐν μόνῳ Σαββάτῳ παραφυλακτέον ἀνδρὶ μισοῦντι κο λάζεσθαι, ἀλλ' ἐν παντὶ τῷ χρόνῳ παραιτητέα. Ὅθεν δὴ καὶ μάλα σαφῶς ὑπολαμβάνω κατάδηλον ἔσεσθαι τοῖς ἀκροωμένοις, ὡς ἁμαρτίαι μὲν οὐκ εἰσὶ τὰ ἐν Σαβ βάτῳ κεκωλυμένα, χαριεστάτην δὲ μᾶλλον ἡμῖν ἀνα τίκτουσι πραγμάτων εἰκόνα· ἣν δὴ καὶ ὅπως ἂν δύ νωμαι διειπεῖν διὰ τὴν σὴν ὠφέλειαν, οὐκ ἀποκνήσω. Προκείσεται δὲ τῶν ἄλλων ὁ περὶ τῆς ἀργίας λόγος, διπλοῦν εἰσφέρων θεώρημα. ιαʹ. Ἐπειδὴ γὰρ τῆς ἐνεγκούσης ἀπάραντες, τὴν Αἰγυπτίων κατῳκίκασι χώραν οἱ ἐξ Ἰσραὴλ, μακροὺς ἐν αὐτῇ παρατείνοντες χρόνους, ὅτι μὲν Ἑβραῖοι τὸ γένος εἰσὶ, καὶ τῆς Ἀβραὰμ ἐξέφυσαν ῥίζης, οὐδὲ ἐν μόναις ἔτι, κατὰ τὸ εἰκὸς, διέσωζον μνήμαις. Ἐπιλαθόμενοι δὲ τῶν πατρίων ἐθῶν, καὶ τὴν προγονικὴν εὐσέβειαν ἀρνησάμενοι, πρὸς τὰς τῶν ἐπιχωρίων ψευδολατρείας ἐτράποντο. Ἀδικεῖν δὲ ὥσπερ οὐ μετρίως ὑπειληφότες τοὺς εἴσω γῆς εἰσδεξαμένους τὸν μετανάστην λεὼν, εἰ μὴ καὶ τῆς αὐτῆς ἐκείνοις συμμετάσχοιεν πλάνης, ἡλίῳ μὲν χρῆναι προσκυνεῖν ὑπελάμβανον· οὐρανῷ δὲ καὶ γῇ, σελήνῃ καὶ ἄστροις, καὶ τίνι γὰρ οὐχὶ τῶν στοι χείων τὴν Θεῷ πρέπουσαν δόξαν ἀπονέμειν ᾤοντο δεῖν; Βαθὺς γὰρ ἦν αὐτοῖς τῆς ἀγνοίας ὁ σκότος· καὶ καθάπερ ὁ Παῦλός φησιν, ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἐπειδὴ δὲ αὐτοὺς τῆς Αἰγυ πτίων ὠμότητος, καὶ τῆς πικρᾶς ἐκείνης δουλείας ἐλευθεροῦν ὁ νομοθέτης ἐπείγετο, καὶ δὴ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐκάλει, τὴν ἐν Αἰγύπτῳ πλάνην ἀποφορτίζεσθαι μελισμοῦ τινος δίχα προσ έταττεν· "Ὅρα δὴ, λέγων, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. Κύριος ὁ Θεός σου, Κύριος εἶς ἐστιν." Ἐπειδὴ δέ πως ἐχρῆν καὶ διὰ 77.528 πράγματος ἐναργοῦς ἐπαναγκάζειν ὥσπερ καὶ οὐχ ἑκόντας ὁμολογεῖν, ὣς πεποίηται μὲν οὐρανός· ἥλιος δὲ, καὶ σελήνη, καὶ ἄστρα, καὶ γῆ, καὶ ἡ ἄλλη δὲ σύμπασα κτίσις ταῖς τοῦ δημιουργήσαντος τέχναις εἰς τὸ εἶναι κεκίνηται, συσχηματίζεσθαι κελεύει τῷ ∆ημιουργῷ· καὶ καταλύοντας ἐν Σαββάτῳ, τῆς ἑορτῆς τὴν αἰτίαν εἰδέναι βούλεται· "Κατέλυσε γὰρ, φησὶν, ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ." Οἱ δὲ καταλύοντι τῷ ∆ημιουργῷ συγκατα λύειν σπουδάζοντες, πῶς οὐκ ἂν ὁμολογήσαιεν, καὶ μάλα σαφῶς, ὡς πεποίηται μὲν τὰ σύμπαντα, εἷς δὲ ἁπάντων γενεσιουργὸς καὶ τεχνίτης ἐστί; Συμ βέβηκε τοίνυν, διὰ τῆς κατὰ τὸ Σάββατον ἀργίας, καὶ τὸν περὶ τῆς θεότητος εἰσφέρεσθαι λόγον τοῖς ἐξ Ἰσραὴλ, καὶ τὴν ἁπάντων τεχνίτην καὶ δημιουρ γὸν ἐπιγινώσκεσθαι φύσιν· καὶ τὴν τῶν ὁρωμένων στοιχείων οὐκ ἀγνοεῖσθαι δουλείαν. Εἷς μὲν δὴ λό γος οὗτος τῆς κατὰ τὸ Σάββατον ἀργίας. ∆εύτερος δὲ ἐπὶ τούτῳ καὶ μάλα σεμνὸς, καὶ τοῖς τὴν ἕξιν τελειοτέροις ἁρμοδιώτατος· "Οὐ γὰρ τοῖς ἔτι νηπιά ζουσι τὰς στερεωτέρας τῶν μαθημάτων παραθετέον τροφάς· ἀλλὰ τοῖς διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυ μνασμένοις," ὡς ὁ Παῦλός φησι. Σημαίνει τοίνυν ἡ κατὰ τὸ Σάββατον ἀργία καὶ ἡ τῶν ἔργων ἀπόθεσις τὴν ἐσομένην ἐπὶ τέλει τῶν ἁγίων κατάπαυσιν· ὅτε δὴ πόνων ἀποσεισάμενοι, καὶ τοὺς ἐπὶ τοῖς σταδίοις ἱδρῶτας ἀπονιψάμενοι, πρός τε τὴν ἄνω πόλιν ἀνα ποδίσαντες, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ἀνα παύσει καὶ τρυφῇ τὸν ἅπαντα