Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἄνθρωπος. Ἴσος ἄρα τῷ Πατρὶ καὶ ὁ Υἱὸς καὶ ὁμοούσιος· οἰκονομικῶς δὲ εἰρῆσθαι πιστεύομεν ἐπὶ τοῦ Πατρὸς τὸ μεῖζον. Ὅτε γὰρ ἐνανθρωπήσας φαίνεται, τότε καὶ τοῦτό φησιν ὡς ἄνθρωπος. ΑΛΛΟ. Ὅσα τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδέχεται, ταῦτα πάντως ἐστὶ καὶ ὁμοούσια· ἄνθρωπος γὰρ ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ συγκρίνεται. Ἡ δὲ ἐν τοῖς ὁμοειδέσι διαφορὰ περὶ τὰ συμβεβηκότα ἐστί· καὶ ταῦτα, ὡς ἐπὶ πλεῖστον, ἐκ πάθους γίνεται, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας, οὐκ ἐν τῷ λόγῳ τῆς οὐσίας κείμενα, καθ' οὗπερ ἂν κατηγοροῖτό τι τῶν συμβεβηκότων. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἀνθρώπου μείζων, μεγέθει σώματος καὶ ἰσχύϊ, ψυχῆς παραστήματι, διανοίας ὀξύτητι· ἀλλ' εἷς μὲν ἅπασιν ὁ τῆς οὐσίας λόγος, καὶ οὐ μεμερισμένως ἐν ἑκάστῳ διάφορος. Τὰ δὲ συμβεβηκότα ῥίζαν ἔχει τὸ πάθος· ἐκ πάθους γὰρ ἀσθενὴς ὁ ἀσθενὴς, καὶ ὁ νωθρὸς τὴν διάνοιαν, καὶ ὁ δειλίαν ἔχων ἐν ψυχῇ. Εἰ τοίνυν μία μὲν ἡ φύσις καὶ τῆς οὐσίας ὁ λόγος ὁ αὐτὸς τοῖς τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδεχομένοις, τὰ δὲ ὅσα περὶ τὰς οὐσίας εἰσὶν ἐκ πάθους γίνεται ἢ ἐκ τοῦ μὴ παθεῖν, συγκρίνεται δὲ ὁ Υἱὸς πρὸς τὸν Πατέρα κατὰ τὸ μεῖζον καὶ ἔλαττον εἰσφερομένου τοῦ περὶ αὐτὸν λόγου, καὶ ἔστι πάθους ἐκτὸς (ἀπαθὴς γὰρ ὡς Θεὸς), κατ' οὐδένα τρόπον ὁ Πατὴρ ὑπερέξει τοῦ Υἱοῦ καὶ τὴν αὐτὴν ἔχοντος οὐσίαν καὶ παθεῖν οὐδὲν δυναμένου. Λέγεται δὲ μείζων ὡς ἀρχὴ τοῦ συναϊδίου γεννήματος. Εἰς τὸ, Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Ἀντίθεσις ἐκ τῶν Εὐνομίου. Αὐτὸς ὁ Σωτὴρ οὐκ ἐπικεκαλυμμένως, τρανότατα δὲ μείζονα ἑαυτοῦ τὸν Πατέρα φησὶ, διὰ τοῦ λέγειν· Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Εἰ τοίνυν ἀληθεύειν δώσετε τὴν ἀλήθειαν, ἀλήθεια δὲ ὁ Χριστὸς, μείζονα ἔχει τὸν Πατέρα. Καὶ εἰ τοῦτο, πάντως ἔσται καὶ ἀνόμοιος. Ἐπειδὴ δὲ ἀνόμοιος, οὐδὲ ὁμοούσιος. 75.145 Πρὸς τοῦτο λύσις. Ἀναγκαῖον ὑμᾶς, ὦ χριστομάχοι, καὶ νῦν ἐρέσθαι, πότε τοῦ Υἱοῦ μείζων ὁ Πατὴρ ἢ γέγονεν ἢ εὑρέθη, ἢ ὅπερ ἂν βούλοισθε λέγειν. Χρόνον μὲν οὖν ὁριζόντων ὑμῶν οὐκ ἄν τις ἀνάσχοιτο· χρόνων γὰρ ποιητὴς ὁ Υἱὸς, καὶ πρὸ τῶν αἰώνων ἐστὶ, κατὰ τὰς ἀψευδεῖς τῶν ἁγίων φωνάς. Χρόνου δὲ ἀνῃρημένου, πάντως λείπεται λέγειν κατὰ τὴν ὑμῶν πρότασιν ἀεὶ καὶ ἀνάρχως τὸν Πατέρα μείζονα τοῦ Υἱοῦ. Ἀλλ', ὦ βέλτιστοι, μικρὸν ἀνανήψαντες ἐκεῖνο καθ' ἑαυτοὺς ἐνθυμήθητε, ὅτι τὸ διαφέρον τινὸς κατὰ τὸ εἶναι μεῖζον ἢ λέγεσθαι, παρακείμενον ἔχει καὶ συνεισφερόμενον ἑαυτῷ τὸ ἔλαττον, οὗ καὶ ἐστὶ μεῖζον. Ὅταν γὰρ τὸ μεῖζον θελήσωμεν μαθεῖν, ἐπὶ τὴν τοῦ ἐλάττονος δραμόντες κατάληψιν, τὴν ἐκείνου βλέπομεν ὑπεροχήν. Εἰ τοίνυν ἀεὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, ἦν μὲν αὐτὸς ἀεί· ἦν δὲ σὺν αὐτῷ καὶ ὁ Υἱὸς, οὗ καὶ μείζων εἶναι λέγεται, καθ' ὑμᾶς. Τὸ δὲ ἀεὶ ὂν, τῷ ἀεὶ ὄντι πῶς ἀνόμοιον ἔσται; Μεῖζον δὲ πῶς, συντρεχούσης τῷ γεγεννηκότι τῆς ὑπάρξεως τοῦ γεννήματος, καὶ πάντα ἔχοντος φυσικῶς ὅσα πρόσεστι τῷ Πατρί; ΑΛΛΟ. Ἐκ μαθημάτων ἡμῖν τῶν Ἀριστοτέλους ὁρμώμενοι, καὶ τῇ δεινότητι τῆς ἐν κόσμῳ σοφίας ἀποκεχρημένοι, κτύπους ἐγείρουσι ῥημάτων κενῶν, οὐκ εἰδότες ὅτι καὶ πρὸς ταύτην ἀμαθῶς ἔχοντες ἐλεγχθήσονται. Θαυμάσαι γὰρ ὄντως ἀκόλουθον ὅτι δὴ τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἐπὶ τὸν περὶ τοῦ ὁμοίου καὶ ἀνομοίου μεταπεπτώκασιν, οὐκ εἰδότες ὅτι, κατὰ τὴν Ἀριστοτέλους τέχνην ἐφ' ᾗ μάλιστα μεγαλοφρονεῖν εἰώθασιν αὐτοὶ, οὐκ εἰς ταυτὸν κατατάττεται γένος τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, ὡς καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον. Τὸ μὲν γὰρ μεῖζον καὶ τὸ ἔλαττον, τῶν πρός τι ἐχόντων παρ' ἐκείνοις λέγεται. Τὸ δὲ ὅμοιον ἢ καὶ τὸ ἀνόμοιον ἑτέρας ἐστὶ κατηγορίας ἤτοι διαιρέσεως. Πόθεν τοίνυν ὑμῖν ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ὅμοιον ἡ μετάβασις; καὶ ἐξ ἐλάττονος ἤτοι τοῦ μείζονος τὴν πρότασιν ἐξυφαίνοντες, ἑτερογενὲς εἰσφέρετε τὸ συμπέρασμα, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀνόμοιος ἄρα· ἐχρῆν γὰρ μᾶλλον εἰπεῖν, οὐκ ἴσος ἄρα, ἢ οὐ τοσοῦτος ἄρα, ἵνα μὴ πάλιν ἀμαθεῖς ὄντες ἐξελεγχθήσησθε τῷ τε μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέροντες. Οὐ γὰρ τὰ πρός τί πως ἔχοντα, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον ὑποκεῖσθαι τῷ