44
ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων, καὶ πῂ μὲν ἀρχον τικοὶ φόβοι διερρίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῂ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περι βλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατ' αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μετα βολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυ κίνδυνον περιουσίαν, οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. Ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης ἀγροὺς καὶ πόλεις ἐξαμείβων κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακά ριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας τοὺς πολιτικοὺς θορύ βους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. Λαγόνας τε ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας, καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας σικύας δίκην ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσ κολλᾶσθαι ἐβιάζου, ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκε νώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέρε σιν ἐπεσκίαζες, καί, συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περι πλεκόμενοι. 45.2 Καὶ τούτων τὸ τέλος τί; Μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ τῷ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ Γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; Ποία πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; Ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξώμεθα, εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται; Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος καὶ φαυλί σας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν Ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα, ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. ∆ιέτεμες φρό νημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας. Ἔλυσας ὅσον ἐπὶ σοὶ τὸ τοῦ Χριστοῦ καύχημα· «Θαρρεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα.» Ἐκέ ρασας τῇ πατρίδι κρατῆρα δυσφημίας· ὄντως εἰς ἔργον ἤγαγες τὰς Παροιμίας· «Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ.» Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα, οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς, μὴ χρήσῃς σεαυτὸν τῷ Ἀνθρω ποκτόνῳ. Οἶδεν ἀνορθοῦν κατερραγμένους ὁ Κύριος. Φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. Ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν, καὶ γνῶθι πῶς