Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ποσῷ νενομοθέτηκεν ἡ Ἀριστοτέλους τέχνη. Εἴδη δὲ αὐτῷ τίθησιν ἑπτὰ, ἀριθμὸν, καὶ λόγον, καὶ γραμμὴν, καὶ ἐπιφάνειαν, καὶ σῶμα, καὶ χρόνον, καὶ τόπον. Μόνων τοιγαροῦν τῶν εἰρημένων δέχεσθαι τὸ ποσὸν πεφυκότων, πόθεν ὑμεῖς, ὦ οὗτοι, τῷ μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέρετε, ἑτέρῳ γένει ταῦτα τοῦ Ἀριστοτέλους ἀνατεθεικότος; Ἐπειδὴ τοίνυν τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἀπαιδεύτως ἐπὶ τὴν τοῦ ὁμοίου καὶ ἀνομοίου παράθεσιν ἐξεκλίνατε, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀνόμοιος ἄρα· χαλεπωτέρω δὲ πάλιν ἀπαιδευσίας 75.148 ἐγκλήματι περιπίπτετε κατὰ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος τὸ ποσὸν τιθέντες, ὅταν λέγητε· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, οὐκ ἴσος ἄρα, οὐδὲ τοσοῦτος. Οὐδαμόθεν δ' ὑμῖν ὑγιαίνοντος τοῦ λόγου, ματαία πάντως ἐστὶ καὶ [κούφη] ἡ πρότασις. ΑΛΛΟ. ∆ιδάσκον ὅτι, προκειμένου τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρε ται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οὕτω τε παρ' ἐκείνοις καλούμενα, φανερὰ καθιστῶν ὁ τῆς τοιαύτης τέχνης εὑρετὴς Ἀριστοτέλης, τοιοῦτον ἐκφέρει τὸν ὅρον· Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἔτερον· οἷον τὸ μεῖζον τοῦθ' ὅπερ ἐστὶν ἑτέρου λέγεται. Καὶ τὸ διπλάσιον ἑτέρου λέγεται τοῦθ' ὅπερ ἐστί· τινὸς γὰρ διπλάσιον λέγεται. Τοῦτον τοιγαροῦν ἐχόντων τῶν πρός τι τὸν ὅρον, δεικνύτωσαν ἡμῖν οἱ τὴν Ἀριστοτέλους ἐρευγόμενοι τέχνην, καὶ τοῖς ἐκεῖθεν μαθήμασιν, οὐ τοῖς ἀπὸ τῆς θείας Γραφῆς ἑαυτοὺς ἀποσεμνύνοντες, εἰ καὶ τὸ ὅμοιον τοῦθ' ὅπερ ἐστὶν ἑτέρου λέγεται, καθάπερ καὶ τὸ μεῖζον καὶ τὸ διπλάσιον. Ἀντίκειται μὲν γὰρ τῷ ὁμοίῳ τὸ ἀνόμοιον, ὥσπερ καὶ τῷ μείζονι τὸ ἔλαττον, ἀλλ' οὐχ οὕτως οὐδὲ ὡσαύτως. Τὸ μὲν γὰρ μεῖζον ὡς ἐλάττονος μεῖζον λέγεται. Τὸ δὲ ὅμοιον οὐκ ἂν ὡς ἀνομοίου μεῖζον λεχθείη ποτὲ, οὐδὲ ὥσπερ τὸ μεῖζον διὰ τὸ ὑπερέχειν τοῦ ἀντικειμένου τοῦτό ἐστιν ὅπερ εἶναι λέγεται· οὕτω καὶ τὸ ὅμοιον διὰ τὸ μεῖζον εἶναι τοῦ ἀνομοίου νοηθήσεται τοῦτο. Οὐκοῦν ἑτερογενῆ πάντως ἔσται τὰ τὴν αὐτὴν διαίρεσίν τε καὶ ὅρον οὐκ ἐπιδεχόμενα. ΑΛΛΟ. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων, ἢ καὶ ὅπως δή ποτ' οὖν πρὸς ἕτερόν τι λεγόμενα, ἅμα ἐστὶ καὶ τῇ νοήσει καὶ τῇ φύσει· οἷον φέρε εἰπεῖν, τὸ διπλάσιον καὶ τὸ μέγα. Τὸ μὲν γὰρ διπλάσιον, συνεισφέρει τι πάντως ἑαυτῷ οὗ καὶ ἐστὶ διπλάσιον, καὶ τὸ μέγα συνεισοίσει πάντως ἑαυτῷ τὸ μικρὸν πρὸς ὃ καὶ λέγεται μέγα. Οὐ γὰρ ἂν εἴη διπλάσιον, ἡμίσεος οὐκ ὄντος, ἀλλ' οὐδὲ μέγα, μικροῦ μὴ νοουμένου τινός. Τὰ μὲν οὖν πρός τι τοῦτον ἔχει τὸν ὅρον· τὸ δέ γε ὅμοιον οὐκ ἐξ ἀνάγκης ἅμα τῷ ἀνομοίῳ νοεῖται, καθάπερ κἀκεῖνα· ὥσπερ οὐδὲ τὸ δίκαιον ἅμα τῷ ἀδίκῳ, οὐδὲ ἡ ἀρετὴ ἅμα τῇ κακίᾳ. Τὰ μὲν γὰρ τοιαῦτα στερήσεις μᾶλλόν εἰσι καὶ ἐκτροπαὶ τῶν ἐν ἕξει κειμένων, οὐ συνεισφέρεσθαι πάντως ὀφείλοντα, καθάπερ καὶ ἐπὶ τῶν πρός τι τὰ ἀντικείμενα. Τοῦ μὲν γὰρ ὁμοίου ἐκτροπή τίς ἐστι τὸ ἀνόμοιον, τῆς δὲ δικαιοσύνης ἡ ἀδικία. Ἐπειδὴ δὲ, κατὰ τὴν ἐκείνων τέχνην, αἱ στερήσεις τῶν ἕξεων δεύτεραι, οὐκ ἂν εἴη τῶν ἄμα νοουμένων τὸ ἀνόμοιον, στέρησις καὶ ἐκτροπὴ τοῦ ὁμοίου τυγχάνον. ΑΛΛΟ. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οἷον ἐν ἀλλήλοις ἔχει τὸ εἶναι, καὶ ἑνὸς ἀναιρεθέντος οὐκ ἔστι τὸ δεύτερον. Ὥσπερ οὖν καὶ ἀναιρεθέντος τοῦ μείζονος, συναναιρεῖται πάντως τὸ ἔλαττον· οὐ γὰρ ἂν ἔλαττον εἴη τι, μὴ ὄντος μείζονος, οὗ καὶ ἔστιν ἔλαττον. Εἰ τοίνυν ὁμογενὲς εἶναί φατε τοῖς πρός τι καὶ τὸ ὅμοιον, 75.149 ἀναιρεθὲν αὐτὸν, συναναιρείτω τὸ ἀνόμοιον, καὶ συναναιρείσθω πάλιν ἐκείνῳ. Ἀλλ' οὐ συναναιρεῖται, οὐδὲ μὴν ἀναιρεῖ· ὄντος γάρ τινος ἀνθρώπου, τυχὸν ἔσται τι τὸ ἀνόμοιον αὐτῷ· καὶ ἀναιρεθέντος τοῦ ἀνομοίου, οὐ συναναιρεῖται τὸ ὂν, τουτέστιν ὁ ἄνθρωπος, οὗ καὶ γέγονεν ἀνόμοιον τὸ ἀναιρεθέν. Οὐκ ἄρα τῶν πρὸς ἄλληλα λεγομένων τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον. ΑΛΛΟ. Ἐπὶ τοῦ ὁμοίου καὶ τῆς ἀρετῆς καὶ τῶν ἀντικειμένων τούτοις χωρήσει τὸ μᾶλλον καὶ ἧττον. Ἔστι γὰρ εἰπεῖν οὐ ψευδόμενον τόνδε τινὰ τυχὸν ὅμοιον τῷδε, καὶ ἧττον ἢ μᾶλλον ὅμοιον, καὶ